Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 9 Ἰουλίου 2023, Ε΄ Ματθαίου (Ρωμ. ι΄ 1-10)

Αδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν· 2 μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾿ οὐ κατ᾿ ἐπίγνωσιν. 3 ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. 4 τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. 5 Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας αὐ­τὰ ἄν­θρωπος ζήσεται ἐν αὐ­τοῖς· 6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ᾿ ἔστι Χριστὸν καταγαγεῖν· 7 ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ᾿ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. 8 ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ρῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾿ ἔστι τὸ ρῆμα τῆς πίστεως ὃ κηρύσσομεν. 9 ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· 10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 9 Ἰουλίου 2023, Ε΄ Ματθαίου (Ματθ. η΄ 28-θ΄1)

Tῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. καὶ εἶπεν αὐτοῖς· ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

 

Ἡ παγίδα τῆς θρησκευτικότητας

Ἡ χριστιανικὴ πίστη εἶναι «ὁδὸς ζωῆς». Εἶναι ἕνας δρόμος ποὺ συνεχίζεται ὅσο ζεῖ ὁ ἄνθρωπος, χωρὶς στάσεις καὶ καθυστερήσεις. Εἶναι μία συνεχὴς κίνηση, παράλληλη μὲ τὴν καθημερινὴ ζωὴ καὶ δραστηριότητα τοῦ ἀνθρώπου. Σ’ αὐτὸ τὸ δρόμο ὁ ἄνθρωπος ἀντιμετωπίζει ἕναν ἀνοιχτὸ κόσμο, γεμάτο ἀλλαγὲς καὶ μεταβολές, πλήρη ἀπὸ αἰφνιδιασμοὺς καὶ ἀπρόοπτα συμβάντα. Γι’ αὐτὸ καὶ ὁ ὁρίζοντάς του πρέπει νὰ εἶναι πάντα ἀνοιχτὸς καὶ ἡ προοπτική του πάντα εὐρεία, μὲ ἀναπεπταμένο τὸ πνευματικὸ πεδίο ὁράσεως. Ποτὲ σχεδὸν δὲν ξέρει τί θὰ βρεθεῖ μπροστά του. Ποτὲ δὲν μπορεῖ νὰ γνωρίζει ἀπὸ πρωτύτερα τί θὰ τοῦ τύχει στὸ ἑπόμενο βῆμα. Πάντα ἐλλοχεύει κάποιος νέος κίνδυνος, πάντα εἶναι δυνατὴ μία ἀλλαγή.

Αὐτὴ ἡ συνεχὴς πορεία ἔχει τὴν ὀμορφιά της. Γιατί κρατᾶ τὸν χριστιανὸ πάντα ξύπνιο καὶ ἕτοιμο γιὰ τὸ καινούριο, πάντα πρόθυμο νὰ συναντήσει τὸ ἀπροσδόκητο, τὸ ἀναπάντεχο. Ταιριάζει στὴν ἀνθρώπινη φύση, ποὺ συνέχεια ἀλλάζει. Ταιριάζει ἀκόμα καὶ στὰ πράγματα, ποὺ ἐπιφυλάσσουν πάντοτε νέες καταστάσεις. Ἔτσι ἡ «ὁδὸς ζωῆς» εἶναι ἡ ἴδια ἡ ἀνθρώπινη ζωή, ὅπως ὅμως τὴ φανέρωσε ὁ Χριστὸς στὸν κόσμο μὲ τὴν παρουσία του ἀνάμεσά μας.

Θάνατος καὶ Ἀπώλεια

Σὲ παλιότερες ἐποχές, ὅταν οἱ Χριστιανοὶ βρίσκονταν πλησιέστερα στὶς παγανιστικές τους ρίζες καὶ στὴ φοβερὴ καὶ συνταρακτικὴ ἐμπειρία τῆς μεταστροφῆς τους, μιλοῦσαν γιὰ τὸ θάνατο ὡς μία γέννηση στὴν αἰώνια ζωή. Δὲν τὸν ἀντιλαμβάνονταν ὡς τέλος, ὡς μία ἔσχατη ἥττα, ἀλλὰ ὡς μία ἀρχή. Θεωροῦσαν τὴ ζωὴ ὡς ἄνοδο πρὸς τὴν αἰωνιότητα καὶ τὸ θάνατο ὡς τὴν πύλη ποὺ ἀνοίγει καὶ μᾶς ἀφήνει νὰ εἰσέλθουμε σ’ αὐτήν. Αὐτὸ μάλιστα ἐξηγεῖ καὶ τὸ γιατί, τόσο συχνά, οἱ πρῶτοι Χριστιανοὶ συνήθιζαν νὰ ὑπενθυμίζουν ὁ ἕνας στὸν ἄλλο τὸ θάνατο μὲ φράσεις ὅπως «ἔχε μνήμη θανάτου», ἐνῶ στὶς εὐχὲς ποὺ μᾶς ἄφησε ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος ὡς πολύτιμη κληρονομιὰ ὑπάρχει μία αἴτηση, μὲ τὴν ὁποία ζητοῦμε ἀπὸ τὸν Θεὸ νὰ μᾶς δώσει «μνήμη θανάτου».

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 25 Ἰουνίου 2023, Γ΄ Ματθαίου (Ρωμ. ε΄1-10)

Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 2 δι᾿ οὗ καὶ τὴν προσαγω­γὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστή­καμεν, καὶ καυχώμεθα ἐπ᾿ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. 3 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑ-πο­μονὴν κατεργάζεται, 4 ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, 5 ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος Ἁγίου τοῦ δοθέντος ἡμῖν. 6 ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. 7 μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. 8 συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεός, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέ­θανε. 9 πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι᾿ αὐ­τοῦ ἀπὸ τῆς ὀργῆς. 10 εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέ­ν­τες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 25 Ἰουνίου 2023, Γ΄ Ματθαίου (Ματθ. ς΄ 22-33)

Εἷπεν ὁ Κύριος· ὁ λύχνος τοῦ σώµατός ἐστιν ὁ ὀφθαλµός· ἐὰν οὖν ὁ ὀφθαλµός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶµά σου φωτεινὸν ἔσται· ἐὰν δὲ ὁ ὀφθαλµός σου πο­νηρὸς ᾖ, ὅλον τὸ σῶµά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον; Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα µισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ µαµωνᾷ. ∆ιὰ τοῦτο λέγω ὑµῖν, µὴ µεριµνᾶτε τῇ ψυχῇ ὑµῶν τί φάγητε καὶ τί πίητε, µηδὲ τῷ σώµατι ὑµῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶµα τοῦ ἐνδύµατος; ἐµ­βλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑµῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑµεῖς µᾶλλον διαφέρετε αὐτῶν; τίς δὲ ἐξ ὑµῶν µεριµνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; καὶ περὶ ἐν­δύµατος τί µεριµνᾶτε; καταµάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑµῖν ὅτι οὐδὲ Σολοµὼν ἐν πάσῃ τῇ δό­ξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήµερον ὄντα καὶ αὔ­ριον εἰς κλίβανον βαλλόµενον, ὁ Θεὸς οὕτως ἀµφιέννυσιν, οὐ πολλῷ µᾶλλον ὑµᾶς, ὀλι­γό­­πιστοι; µὴ οὖν µεριµνήσητε λέγοντες, τί φά­γωµεν ἢ τί πίωµεν ἢ τί περιβαλώµεθα; πάν­τα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑµῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑµῖν.