Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 24 Νοεμβρίου 2024, ΚΒ΄ Κυριακῆς Ἐπιστολῶν (Γαλ. ς΄ 11-18)

Ἀδελφοί, ἴδετε πηλίκοις ὑ­­μῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. ὅσοι θέλου­σιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χρι­στοῦ διώκωνται. οὐδὲ γὰρ οἱ πε­ρι­τετμη­μέ­νοι αὐτοὶ νόμον φυ­λάσ­­σουσιν, ἀλλὰ θέλουσιν ὑ­μᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑ­με­­τέρᾳ σαρκὶ καυχήσωνται. ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀ­γὼ τῷ κόσμῳ. ἐν γὰρ Χριστῷ ᾿Ιησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλ­λὰ καινὴ κτίσις. καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾿ αὐ­τοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν ᾿Ισραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ κόπους μοι μη­δεὶς πα­ρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρί­ου ᾿Ιησοῦ ἐν τῷ σώματί μου βα­στά­ζω. ῾Η χάρις τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 24 Νοεμβρίου 2024, ΙΓ΄ Λουκᾶ (Λουκ. ιη΄ 18-27)

18 Καὶ ἐπηρώτησέ τις αὐ­τὸν ἄρχων λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζω­ὴν αἰ­ώνιον κληρονομήσω; 19 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. 20 τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύ­σῃς, μὴ κλέψῃς, μὴ ψευδο­μαρ­τυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. 21 ὁ δὲ εἶπε· ταῦτα πάντα ἐ­φυλαξάμην ἐκ νεότητός μου. 22 ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔ­χεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θη­σαυρὸν ἐν οὐρανῷ, καὶ δεῦ­ρο ἀκολούθει μοι. 23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλού­­σιος σφόδρα. 24 ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! 25 εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 26 εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; 27 ὁ δὲ εἶπε· τὰ ἀδύνατα πα­­ρὰ ἀνθρώποις δυνατὰ πα­ρὰ τῷ Θεῷ ἐστιν.

Ἡ Παραβολή τοῦ Καλοῦ Σαμαρείτη

Ἁγίου Γερμανοῦ Κωνστ/λεως

Μὲ τὴν Παραβολὴ αὐτὴ ὁ πολυέλεος Κύριος μᾶς διδάσκει νά σπλαγχνιζώμαστε τὸν πλησίον καὶ νά βοηθοῦμε ὅσο μποροῦμε τοὺς ἐνδεεῖς καὶ πτωχούς, διότι δέν ὑπάρχει σπουδαιότερη ἀρετὴ ἀπὸ αὐτή, ἐπειδὴ ὠφελοῦνται καὶ τὰ δύο μέρη. Ὁ πτωχὸς καὶ ἄπορος ὠφελεῖται σωματικῶς, λαμβάνοντας τὰ ἀναγκαῖα τῆς φύσεως, καὶ ἐκεῖνος πού τὸν ἐλεεῖ, ὠφελεῖται ψυχικῶς, πρᾶγμα πού εἶναι καλλίτερο. Πλὴν ὅμως τὸ νόημα τῆς Παραβολῆς αὐτῆς εἶναι ὅτι ὁ Κύριος ἀναφερόταν στὸν ἑαυτὸν Του, ὅτι δηλαδὴ Ἐκεῖνος ὡς φιλάνθρωπος ἔδειξε τόση ἀπέραντη εὐσπλαγχνία καὶ ἀγαθότητα στόν πληγωμένο ἄνθρωπο. Καὶ ἀκοῦστε τὴν ἐξήγηση, ὥστε νά λάβετε πολλὴ ὠφέλεια καὶ κατάνυξη.

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 10 Νοεμβρίου 2024, Κ΄ Κυριακῆς Ἐπιστολῶν (Γαλ. α΄ 11-19)

Ἀδελφοί, γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾿ ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι᾿ ἀποκαλύψεως ᾿Ιησοῦ Χριστοῦ. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ ᾿Ιουδαϊσμῷ, ὅτι καθ᾿ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, καὶ προέκοπτον ἐν τῷ ᾿Ιουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον εἰς ῾Ιεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. ῎Επειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς ῾Ιεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ ᾿Ιάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 10 Νοεμβρίου 2024, Η΄ Λουκᾶ (Λουκ. ι΄ 25-37)

25 Καὶ ἰδοὺ νομικός τις ἀνέ­στη ἐκπειράζων αὐτὸν καὶ λέγων· διδάσκαλε, τί ποιή­σας ζωὴν αἰώνιον κληρονο­μή­σω; 26 ὁ δὲ εἶπε πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις;
27 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύ­ος σου καὶ ἐξ ὅλης τῆς δια­νοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. 28 εἶπε δὲ αὐτῷ· ὀρθῶς ἀ­­­πε­κρίθης· τοῦτο ποίει καὶ ζή­­­σῃ. 29 ὁ δὲ θέλων δικαιοῦν ἑ­­­­αυτὸν εἶπε πρὸς τὸν Ἰη­σοῦν· καὶ τίς ἐστί μου πλησίον; 30 ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέν­τες ἀπῆλθον ἀφέντες ἡμι­θανῆ τυγχάνοντα. 31 κατὰ συγκυρίαν δὲ ἱε­ρεύς τις κατέβαινεν ἐν τῇ ὁ­­­­δῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. 32 ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον,­ ἐλθὼν καὶ ἰδὼν ἀντι­παρῆλ­θε.

Λόγος εἰς τοὺς Ἀρχαγγέλους Μιχαὴλ καὶ Γαβριὴλ

 

Ἁγίου Νικοδήμου Ἁγιορείτου

ν ἴσως, ἀγαπητοί μου Πατέρες καὶ ἀδελφοί, ἤθελε δοθῇ εἰς ἐμὲ τὸν ταπεινὸν τὸ χάρισμα τοῦτο, τὸ νά ἀποκτήσω δηλαδὴ μίαν γλῶσσαν ἀπὸ ἐκείνας ὅπου ἔχουσιν οἱ Ἄγγελοι, ὡς λέγει ὁ τοῦ Χριστοῦ Ἀπόστολος Παῦλος, -«ἐὰν τὰς γλώσσας τῶν Ἀγγέλων λαλῶ»-, βέβαιον καὶ ἀκόλουθο ἦταν ὅτι με τὴν ἀγγελικὴν αὐτὴν γλῶσσαν ἤθελε δυνηθῶ νά ἐγκωμιάσω κατ’ ἀξία τὸν Μιχαὴλ καὶ τὸν Γαβριήλ, τοὺς Ἀρχαγγέλους τοῦ Κυρίου• διότι φυσικῷ τῷ τρόπῳ, κάθε ὅμοιόν με τὸ ὅμοιον πάλιν δύνάται νά ἐπαινεθῇ καὶ εἰς τοὺς ἄλλους νά παρασταθῇ. Ἀνίσως καὶ εἴχα μίαν ἀπὸ τὰς πύρινους καὶ ἀΰλους ἐκείνάς γλώσσας ὅπου ἐδόθησαν εἰς τοὺς ἱεροὺς καὶ θείους Ἀποστόλους, πρεπόντως ἤθελε λαλήσω τὰ ὑπερφυσικὰ ἐγκώμια τῶν πύρινων καὶ ἀυλὼν Ἀρχιστρατήγων.