Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 22 Ὀκτωβρίου 2023, Κ΄ Ἐπιστολῶν (Γαλ. α΄ 11-19)

 

11 Γνωρίζω δὲ ὑμῖν, ἀδελ­φοί, τὸ εὐαγγέλιον τὸ εὐαγ­γελισθὲν ὑπ’ ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· 12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐ­τὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι’ ἀπο­καλύψεως Ἰησοῦ Χρι­στοῦ. 13 Ἠκούσατε γὰρ τὴν ἐ­-μὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ’ ὑπερ­βολὴν ἐδίωκον τὴν ἐκ­κλησίαν τοῦ Θεοῦ καὶ ἐπόρ­θουν αὐτήν, 14 καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλω­τὴς ὑπάρχων τῶν πατρι­κῶν μου παραδόσεων. 15 Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ 16 ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγ­γελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, 17 οὐδὲ ἀνῆλθον εἰς Ἱε-ροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. 18 Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέ­μεινα πρὸς αὐτὸν ἡμέ­ρας δεκαπέντε· 19 ἕτερον δὲ τῶν ἀπο­στόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 22 Ὀκτωβρίου 2023, Στ΄ Λουκᾶ (Λουκ. η΄ 27-39)

 

27 ξελθόντι δ ατ π τν γν πήντησεν ατ ­­­νήρ τις κ τς πόλεως, ς εχε δαιμόνια κ χρόνων κανν, κα μάτιον οκ νε­διδύσκετο κα ν οκί οκ μενεν, λλ᾿ ν τος μνήμασιν. 28 δν δ τν ησον κα ­νακράξας προσέπεσεν α­­­τ κα φων μεγάλ επε· τί μο κα σοί, ησο, υἱὲ το Θεο το ψίστου; δέο­μαί σου, μή με βασανί­σς. 29 παρήγγειλε γρ τ πνεύματι τ καθάρτ ξελθεν π το νθρώπου. πολλος γρ χρόνοις συνηρπά­κει ατόν, κα δεσμετο ­­­λύσεσι κα πέδαις φυλασσόμενος, κα διαρρήσσων τ δεσμ λαύνετο π το δαίμονος ες τς ρήμους. 30 πηρώτησε δ ατν  η­σος λέγων· τί σοί στιν νομα;  δ επε· λεγεών· ­­­τι δαιμόνια πολλ εσλθεν­ ες ατόν· 31 κα παρεκάλει ατν να μ πιτάξ ατος ες τν βυσσον πελθεν. 32 ν δ κε γέλη χοίρων κανν βοσκομένων ν τ ­­ρει· κα παρεκάλουν ατν να πιτρέψ ατος ες ­­­κείνους εσελθεν· κα πέ­τρεψεν ατος.

Οἱ ἀνωφελεῖς λόγοι καί τά ὠφέλιμα ἔργα

Κυριακή τῶν Ἁγίων Πατέρων τῆς Ζ΄ Οἰκ. Συνόδου

Ἀπό τό τέλος τῆς πρός Τίτον ποιμαντικῆς ἐπιστολῆς εἶναι τό ἀποστολικό ἀνάγνωσμα πού διαβάζεται σήμερα Κυριακή τῶν ἁγίων Πατέρων τῆς ἐν Νικαίᾳ 7ης Οἰκουμενικῆς (787) Συνόδου. Ὁ Ἀπόστολος γράφει στόν μαθητή του, πού εἶναι ἐπίσκοπος Κρήτης τά ἑξῆς:

«Παιδί μου, Τίτε, αὐτά τά λόγια εἶναι ἀληθινά καί θέλω νά τά βεβαιώνεις μέ τήν προσωπική σου μαρτυρία, ὥστε ὅσοι ἔχουν πιστέψει στόν Θεό νά φροντίζουν νά πρωτοστατοῦν σέ καλά ἔργα. Αὐτά εἶναι τά καλά καί τά χρήσιμα στούς ἀνθρώπους.

 Ἀπό τό ἄλλο μέρος, νά ἀποφεύγεις τίς ἀνόητες ἀναζητήσεις γιά γενεαλογικούς καταλόγους, τίς φιλονικίες καί τίς διαμάχες γύρω ἀπό τίς διατάξεις τοῦ ἰουδαϊκοῦ νόμου, γιατί ὅλα αὐτά εἶναι ἀνώφελα καί μάταια.

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 15 Ὀκτωβρίου 2023, Τῶν Ἁγίων Πατέρων Ζ΄ Οἰκ. Συνόδου (Τίτ. γ΄ 8-15)

8 Πιστὸς ὁ λόγος· καὶ πε­­ρὶ τούτων βούλομαί σε δια­­βεβαιοῦσθαι, ἵνα φρον­­τί­­ζωσι καλῶν ἔργων προΐ­στασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώ­ποις· 9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. 12 Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρό­πεμ­­­ψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. 15 Ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 8 Ὀκτωβρίου 2023, Γ΄ Λουκᾶ (Λουκ. ζ΄ 11-16)

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό· καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τίς εἴη ἡ παραβολὴ αὕτη; ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέπον­τες μὴ βλέπωσι καὶ ἀ­κού­οντες μὴ συνιῶσιν. ἔστι δὲ αὕτη ἡ παραβολή· ὁ σπό­ρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαν­τες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ρίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.