Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 3 Δεκεμβρίου 2023, ΚΣΤ΄ Κυριακῆς (Ἐφεσ. ε΄ 8-19)

8 ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε· – 9 ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· – 10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. 11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· 12 τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· 13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. 14 διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. 15 Βλέπετε οὖν πῶς ἀκρι­βῶς περιπατεῖτε, μὴ ὡς ἄ­σοφοι, ἀλλ’ ὡς σοφοί, 16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. 17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. 18 καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, 19 λαλοῦντες ἑαυτοῖς ψαλ­μοῖς καὶ ὕμνοις καὶ ᾠ­δαῖς πνευματικαῖς, ᾄδον­τες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑ­μῶν τῷ Κυρίῳ,

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 3 Δεκεμβρίου 2023, ΙΔ΄ Λουκᾶ (Λουκ. ιη΄ 35-43)

Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ ἐγγίζειν τὸν ᾿Ιησοῦν εἰς ­῾Ιεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν· ἀ­­­­κού­σας δὲ ὄχλου διαπορευομένου ­ἐπυνθάνετο τί εἴη ταῦτα. ­ἀπήγγειλαν δὲ αὐτῷ ὅτι ᾿Ιησοῦς ὁ Ναζω­ραῖος ­παρέρχεται. καὶ ἐβόησε λέγων· ᾿Ιησοῦ υἱὲ Δαυΐδ, ἐλέησόν με. καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυΐδ, ἐλέησόν με· σταθεὶς δὲ ὁ ᾿Ιησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν λέγων· τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω. καὶ ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ­ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.

 

 

Άγιος Ιάκωβος ο Πέρσης ο Μεγαλομάρτυρας

"Πεισθεὶς τῇ καλῇ, συζύγῳ καρτερόψυχε, καὶ τὸ φοβερόν, κριτήριον φοβούμενος, τῶν Περσῶν τὸ φρόνημα, καὶ τὸν φόβον Ἰάκωβε κατέπτυσας, καὶ ἀνεδείχθης Μάρτυς θαυμαστός, τὸ σῶμα ὡς κλῆμα συντεμνόμενος."

Ο Άγιος Ιάκωβος έζησε το 4ο αιώνα μ.Χ. στην Περσία, στην πόλη Βηθλαβά, και ανήκε σε επίσημη και εύπορη οικογένεια. Αν και Χριστιανός από τη γέννησή του, παρασύρθηκε από το φίλο του βασιλιά των Περσών Ισδιγέργη και αρνήθηκε το Χριστό.

Ὁ πλούσιος νεανίας (Λουκ.18,18-27)

 

Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.

Δὲν εἶναι μόνο φοβερό, κάποιες φορὲς μοιάζει τρομακτικὸ νὰ κηρύττεις τὸν Λόγο τοῦ Θεοῦ, γιατὶ ὁ Κύριος εἶπε: «Ἀπό τὰ λόγια σας θὰ κριθεῖτε».

Θὰ κριθεῖτε, γιατὶ κηρύττετε τὴν ἀλήθεια τοῦ Θεοῦ καὶ μένετε ἀργοὶ κι ὄχι δραστήριοι, σ’αὐτὸ ποὺ ὁ Θεὸς ἔχει προστάξει καὶ σ’ ὅ,τι ξέρετε ἀρκετὰ καλὰ γιὰ νὰ κηρύξετε σὲ ἄλλους, τότε – πῶς, θὰ σταθεῖτε ἐνώπιον τῆς κρίσης τοῦ Θεοῦ; Κι αὐτὸ ταιριάζει ὄχι μόνο σὲ ἱερεῖς, ἀλλὰ σὲ κάθε χριστιανό, ποὺ κλήθηκε νὰ γίνει μάρτυρας, ἀπόστολος, κάποιος ποὺ φέρει τὸν λόγο τοῦ Θεοῦ στὸν κόσμο ποὺ βρίσκεται στὸ σκοτάδι ἤ στὸ ἡμίφως, ποὺ χρειάζεται τὸ θεῖο φῶς, τὴν ἀλήθεια καὶ τὴν ζωή.

Ἡ σημερινὴ εὐαγγελικὴ περικοπὴ μᾶς προκαλεῖ τόσο ἔντονα. Ξεκινάει μὲ λέξεις ποὺ μποροῦν νὰ μεταφραστοῦν μὲ

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 26 Νοεμβρίου 2023, ΚΕ΄ Κυριακῆς (Ἐφεσ. δ΄ 1-7)

Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, 2 μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, 3 σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. 4 ἓν σῶμα καὶ ἓν Πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· 5 εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· 6 εἷς Θεὸς καὶ πατὴρ πάν­των, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἡμῖν. 7 Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.