Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 2 Ἀπριλίου 2023, Ε΄ Νηστειῶν (Ἑβρ. θ΄ 11-14)

11 Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τοῦτ’ ἔστιν οὐ ταύτης τῆς κτίσεως, 12 οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος. 13 εἰ γὰρ τὸ αἷμα ταύ­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­­ρων καὶ τράγων καὶ σποδὸς ­­­­­­δα­­­­­­­­­­­­­­­­μάλεως ραντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, 14 πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 2 Ἀπριλίου 2023, Ε΄ Νηστειῶν – Ὁσίας Μαρίας τῆς Αἰγυπτίας (Μάρκ. ι΄ 32-45)

Τῷ καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ ᾿Ιησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ καὶ ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν, ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς ῾Ιεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρ­χιε­ρεῦσι καὶ γραμματεῦσι, καὶ κα­τα­­κρι­νοῦσιν αὐτὸν θανάτῳ καὶ πα­ρα­­­­­­δώ­σουσιν αὐτὸν τοῖς ἔθνεσι, καὶ ἐμ­παί­ξουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀπο­κτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Καὶ προσπορεύον­ται αὐτῷ ᾿Ιάκωβος καὶ ᾿Ιωάννης υἱοὶ Ζεβεδαίου λέγοντες δι­δάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν ποιήσῃς ἡμῖν. ὁ δὲ εἶπεν αὐτοῖς τί θέλετε ποιῆσαί με ὑμῖν; οἱ δὲ εἶπον αὐτῷ δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου. ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; οἱ δὲ εἶπον αὐτῷ δυνάμεθα. ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾿ οἷς ἡτοίμασται. καὶ ἀ­κούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ ᾿Ιακώβου καὶ ᾿Ιωάννου. ὁ δὲ ᾿Ιησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν, ἀλλ᾿ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔ­σται πάντων δοῦλος καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.