Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 30 Ἰουνίου 2024, Κυριακή τῶν Ἁγίων Πάντων (Ἑβρ. ια΄ 33 – ιβ΄ 2)
33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. 39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.
Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 30 Ἰουνίου 2024, τῶν Ἀποστόλων (Ματθ. θ΄ 36, ι΄1-8)
36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐρριμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. 37 τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· 38 δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.
ι΄ 1 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. 2 Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά εἰσι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, 3 Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἀλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, 4 Σίμων ὁ Κανανίτης καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. 5 Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· 6 πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 7 πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. 8 ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Περισσότερα: Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 30 Ἰουνίου 2024, τῶν Ἀποστόλων (Ματθ. θ΄ 36, ι΄1-8)
Μετὰ τὸν συσσεισμό, τὸ Πνεῦμα τῆς ἀληθείας
Τὸ Ἅγιον Πνεῦμα ἐπισκέπτεται τὸν ἄνθρωπο ὡς πύρινη γλώσσα. Μὲ τὸ πέρασμα τοῦ χρόνου ἡ παρουσία Του στὸν ἄνθρωπο αὐξάνεται φωτοβολώντας ὁλοένα καὶ πιὸ λαμπρά, ὡσότου καταυγάσει σὲ θαυμάσια καὶ τέλεια ἡμέρα (Παροιμ. 4,18). Τὸ Ἅγιο Πνεῦμα εἶναι τὸ ζῶν ὕδωρ ποὺ ἀναβλύζει «ἁλλόμενον εἰς ζωὴν αἰώνιον» (Ἰωάν. 4,14). Ὅσοι διψοῦν γι’ αὐτὸ θὰ πιοῦν μὲ εὐφροσύνη. Ἂν ὅμως δὲν μᾶς συνέχει πνευματικὴ δίψα, δὲν ἔχουμε μερίδιο σὲ Αὐτό. Ἀκριβῶς γιὰ τὸν λόγο αὐτὸ ὁ χρόνος ποὺ ἔχουμε στὴ διάθεσή μας, πρὶν φθάσει ἡ δική μας Πεντηκοστή, ἀποτελεῖ ἐξαιρετικὴ εὐκαιρία, ὥστε νὰ διεγείρουμε μέσα μας τὴν εὐλογημένη αὐτὴ δίψα γιὰ τὴ δωρεὰ τοῦ Ἁγίου Πνεύματος.
Ἡ Πεντηκοστὴ
Ἡ Πεντηκοστὴ εἶναι ἡ τέλεια καὶ ἐσχάτη ἑορτή πού ὁλοκληρώνει τὸν κύκλο τῆς θείας Οἰκονομίας, δηλαδὴ τοῦ ἔργου πού ἐπιτέλεσε ὁ Χριστὸς γιά τήν σωτηρίᾳ τοῦ κόσμου. Τὸ μυστήριο τῆς ἑορτῆς εἶναι μεγάλο καὶ τὸ χάρισμά της ἐκδηλώνεται μέ αὐτὸν τὸν ἀποστολικὸ πλατυσμὸ τῆς καρδίας.
Σήμερα συμπληρώθηκε τὸ ἔργο τῆς σωτηρίας τοῦ ἀνθρώπου ἀπὸ τὸν Πατέρα, τὸν Υἱὸ καὶ τὸ Ἅγιο Πνεῦμα. Σήμερα ἐκπληρώθηκε ἐπίσης ἡ προσδοκία τῆς ἐπαγγελίας τοῦ Πατρός. Σήμερα τὸ Πνεῦμα τὸ Ἅγιο ἐπεδήμησε ὡς πύρινες γλῶσσες, ποὺ καθῖσαν «ἐφ’ ἕνα ἕκαστον τῶν μαθητῶν». Οἱ μαθητὲς ἔλαβαν τὸ χάρισμα τοῦ Παρακλήτου καὶ ὁ κάθε ἔνας ἔγινε μοναδικὴ ὑπόστάση ἐνώπιον τοῦ Θεοῦ.
Ἀναμένοντας τόν Παράκλητο
Βρισκόμαστε στήν περίοδο ἀνάμεσα στή γιορτή τῆς Ἀνάληψης τοῦ Κυρίου καί τή γιορτή τῆς Ἁγίας Τριάδoς κι ἔτσι θά ἤθελα νά πῶ κάτι σχετικό καί μέ τίς δύο.
Ὁ προφήτης Ἠσαΐας λέει στό 53ο κεφάλαιο τοῦ βιβλίου του (Ἡσ. 53.4) ὅτι ὁ ἀναμενόμενος Μεσσίας πληγώθηκε γιά τίς ἁμαρτίες μας, ὅτι ἐπωμίστηκε τίς ἀδυναμίες μας, ὅτι οἱ μώλωπές Του μᾶς ἔχουν θεραπεύσει. Ὅταν σκεφτόμαστε τόν ἀναστημένο Χριστό νά ἐμφανίζεται στούς μαθητές Του καί νά τούς δίνει νά ἀγγίξουν τά χέρια Του, νά προσκαλεῖ τόν Ἀπόστολο Θωμά νά ἐξετάσει τήν πραγματικότητα καί τό βάθος τῶν πληγῶν πάνω στά χέρια, τά πόδια καί τήν πλευρά Του, τείνουμε νά ξεχάσουμε ὅτι ὁ Χριστός καί κατά τήν Ἀνάληψή Του ἔφερε στή σάρκα Του τίς πληγές πού Τοῦ προκάλεσαν οἱ ἁμαρτίες μας – ὅτι μέ τρόπο ἀκατάληπτο ὁ Χριστός, ὄχι μόνο ὕστερα ἀπό τήν Ἀνάσταση ἀλλά καί ὕστερα ἀπό τήν εἰς οὐρανούς Ἀνάληψη καί τήν ἔνδοξη ἐνθρόνισή Του στά δεξιά του Θεοῦ Πατέρα φέρει στήν ἀνθρώπινη σάρκα Του τά τραύματα πού Τοῦ κατάφερε ἡ ἀνθρώπινη ἁμαρτία.
Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 23 Ἰουνίου 2024, Κυριακή τῆς Πεντηκοστῆς (Πράξ. β΄ 1-11)
Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες οἱ ἀπόστολοι ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό. καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ᾿ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον λέγοντες πρὸς ἀλλήλους· οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν, Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ρωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ;
Περισσότερα: Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 23 Ἰουνίου 2024, Κυριακή τῆς Πεντηκοστῆς (Πράξ. β΄ 1-11)
Σελίδα 12 από 59