Τῷ καιρῷ ἐκείνῳ, ἐπάρας ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανόν, εἶπε· πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας, καὶ τὸν λόγον σου τετηρήκασι. νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ ἐστιν· ὅτι τὰ ρήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι, καὶ τὰ ἐμὰ πάντα σά ἐστι καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. ὅτε ἤμην μετ᾿ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου· οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὐτοῖς.
Περισσότερα: Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 24 Μαΐου 2026, Τῶν Ἁγίων Πατέρων τῆς Α΄ Οἰκουμ. Συνόδου
Ἡ σημερινὴ περικοπή, ποὺ περιγράφει τὴ θεραπεία τοῦ ἐκ γενετῆς Τυφλοῦ, κάνει λόγο γιὰ τὸ Φῶς τῆς ζωῆς, τὸ Φῶς τὸ Οὐράνιο, τὸν Χριστό. Παρατηρεῖται σὲ αὐτὴ ἀνάλογη κλιμάκωση στὴν ἀποκάλυψη τοῦ Θεοῦ σὲ σχέση μὲ τὴν περικοπὴτῆς προηγούμενης ἑβδομάδας. Ἡ Σαμαρείτιδα καὶ ὁ Τυφλὸς θεωροῦν ἀρχικὰ τὸν Χριστὸ ὡς ἄνθρωπο, στὴ συνέχεια ἀναγνωρίζουν ὅτι πρέπει νὰ εἶναι κάποιος ἀπὸ τοὺς Προφῆτες, ἐνῶ στὸ τέλος Τὸν προσκυνοῦν ὡς τὸν Υἱὸ τοῦ Θεοῦ καὶ Σωτήρα τοῦ κόσμου.
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο πορευομένων ἡμῶν τῶν ἀποστόλων εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας. τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε· παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾿ αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον·
Περισσότερα: Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 17 Μαΐου 2026, Κυριακή τοῦ Τυφλοῦ (Πράξ. ις΄ 16-34)
Τῷ καιρῷ ἐκείνῳ, παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ραββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; ἀπεκρίθη Ἰησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾿ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα. εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα.
Περισσότερα: Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 17 Μαΐου 2026, Κυριακὴ τοῦ Τυφλοῦ (Ἰωάν. θ΄ 1-38)
Η ΣΥΝΑΝΤΗΣΗ ΤΟΥ ΧΡΙΣΤΟΥ ΜΕ ΤΗΝ ΣΑΜΑΡΕΙΤΙΔΑ
Ἡ συνάντηση μὲ τὸν Χριστὸ ἐκπλήσσει τὸν ἄνθρωπο. Καὶ ὅταν ὁ ἄνθρωπος δὲν ἐκπλήσσεται, πρέπει νὰ διερωτηθεῖ, ἂν πράγματι συνάντησε τὸν Χριστό, ἂν αἰσθάνθηκε τὴν ἀληθινὴ παρουσία του. Ἡ ἔκπληξη αὐτή δὲν εἶναι ἀνεξήγητη, οὔτε παράλογη, ἀλλά κατανοητὴ καὶ λογική. Εἶναι κάτι πού δημιουργεῖται ἀπὸ τὴν συνάντηση τοῦ φυσικοῦ μὲ τὸ ὑπερφυσικό, τοῦ σχετικοῦ μὲ τὸ ἀπόλυτο, τοῦ πρόσκαιρου μὲ τὸ αἰώνιο.
Σελίδα 11 από 98
Για τους μικρούς μας φίλους
ΜΑΘΗΜΑΤΙΚΑ
- Προπαίδεια
- Πρόσθεση & Αφαίρεση
- Κλάσματα
- Δεκαδικοί
- Κλάσματα & Δεκασικοί & Ποσοστά
- Παιχνίδι με κλάσματα
- Δεκαδικά κλασματα-Δεκαδικοί αριθμοί
- Θέσεις ψηφίων δεκαδικών και μαγαλύτερος δεκαδικός αριθμός
- Κάθετες Προσθέσεις & Αφαιρέσεις με Δεκαδικούς
- Μονάδες βάρους με παιχνιδιάρικες ασκήσεις
- Μονάδες μήκους-χρόνου με παιχνιδιάρικες ασκήσεις
Φήμη Μητροπολίτου Δ.Ο. & Σ. κ Δαμασκηνού
Μέγας Παρακλητικός Κανών στην Παναγία.
Φωτογραφικό αφιέρωμα στον +π. Παναγιώτη Σαραντακκλησιώτη
Πανηγυρικός Αρχιερατικός Εσπερινός στην Παναγία
Ο καιρός στην Ορεστιάδα
Επισκέπτες






![]() | Σήμερα | 13 |
![]() | Χθες | 78 |
![]() | Αυτή την εβδομάδα | 441 |
![]() | Αυτό το μήνα | 1566 |
![]() | Όλες τις ημέρες | 77714 |




