Θανάτῳ θάνατον πατήσας
Αλεβιζόπουλος Αντώνιος
Πρεσβύτερος (+)
Ἀφοῦ ὁ ἄνθρωπος σώζεται μὲ τὸ γεγονὸς τῆς ἐνανθρώπησης τοῦ Λόγου, γιατί ὁ Χριστὸς ἔπρεπε νὰ παραδώσει τὸ σῶμα Του στὸ θάνατο;
Τὸ σῶμα τοῦ Χριστοῦ ἦταν κτιστὸ καὶ ἑπομένως θνητό μποροῦσε νὰ ἀποθάνει. Ὅμως ἐπειδὴ ἦταν ἑνωμένο μὲ τὸν ἴδιο τὸν Λόγο τοῦ Θεοῦ, ποὺ ἦταν ἡ ζωὴ (Ἰω. ἀ’ 4, Ἰδ’ 6, Ἀ’ Ἰω. ἐ’ 11), δὲν ἦταν δυνατὸν νὰ παραμείνει νεκρό. Διὰ τοῦτο ἀπέθανε μὲν ὡς θνητόν, ἀνέζησεν ὅμως λόγω τῆς ζωῆς ποὺ εἶχε μέσα του (Μ. Ἀθαν. Πρβλ. Β’ Κόρ. ἰγ’4. Ψάλμ.ξζ’2,ζ’7-9).
Ἔτσι ὁ Λόγος τοῦ Θεοῦ ἐνανθρωπίστηκε (Ἰω. ἀ’ 14), ἔλαβε δηλαδὴ σῶμα θνητό, γιὰ νὰ μπορέσει καὶ νὰ ἀποθάνει, ἀλλὰ καὶ νὰ ἐξαφανίσει τὸν θάνατο, μία καὶ ὁ θάνατος δὲν μποροῦσε νὰ κρατήσει τὸν ἀρχηγὸ τῆς ζωῆς (Πράξ. θ’24.γ’ 15).
Μὲ τὸν θάνατό Του ὁ Χριστὸς προσέφερε τὸ σῶμα Του γιὰ χάρη ὅλων τῶν ἀνθρώπων. Ἔπαθε ὑπὲρ πάντων καὶ μὲ τὸ πάθος Του κατάργησε τὸν θάνατο, ἀφοῦ ὁ θάνατος δὲν μπόρεσε νὰ Τὸν νικήσει. Ταυτόχρονα, ὅμως, κατάργησε καὶ ἐκεῖνον ποὺ ἐξουσίαζε τὸ καθεστὼς τοῦ θανάτου, δηλαδὴ τὸν ἴδιο τὸν διάβολο, καὶ ἀπάλλαξε τοὺς ἀνθρώπους ἀπὸ τὴ σκληρὴ δουλεία τῆς ἁμαρτίας (Ἑβρ. β 14-15).
Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 30 Ἀπριλίου 2023, Τῶν Μυροφόρων (Πράξ. ς΄ 1-7)
Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. 2 προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. 3 ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος Ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· 4 ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. 5 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, 6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. 7 καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
Περισσότερα: Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 30 Ἀπριλίου 2023, Τῶν Μυροφόρων
Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 30 Ἀπριλίου 2023, Τῶν Μυροφόρων (Μάρκ. ιε΄ 43 – ις΄ 8)
Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται. Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. καὶ ἔλεγον πρὸς ἑαυτάς τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος ἦν γὰρ μέγας σφόδρα. καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. ὁ δὲ λέγει αὐταῖς μὴ ἐκθαμβεῖσθε Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον ἠγέρθη, οὐκ ἔστιν ὧδε ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. ἀλλ᾿ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον ἐφοβοῦντο γάρ.
Κυριακή του Θωμά
Αφού περάσει η Διακαινήσιμος Εβδομάδα, η Εκκλησία μας, την πρώτη Κυριακή μετά το Πάσχα γιορτάζει την Ψηλάφηση του αποστόλου Θωμά. Όπως μπορείς να διαβάσεις και στο Ευαγγέλιο, που ακούγεται αυτή την Κυριακή στους ορθόδοξους ναούς, η εμφάνιση του Κυρίου στους δέκα μαθητές του, που ήταν κρυμμένοι σ΄ ένα σπίτι, έγινε την ημέρα της Ανάστασής Του. Έλειπε όμως ένας μαθητής του, ο Θωμάς. Όταν συνάντησε τους άλλους μαθητές κι αυτοί του είπαν ότι τους επισκέφτηκε ο Κύριος και τους είπε να έχουν ειρήνη μεταξύ τους και μέσα στις καρδιές τους, ο Θωμάς δεν το πίστεψε. Έδειξε μάλιστα τέτοια δυσπιστία, που ήθελε να έχει χειροπιαστές αποδείξεις· ήθελε να ψηλαφίσει, να αγγίξει τις πληγές από τα καρφιά του Σταυρού κι απ΄ τη λόγχη του στρατιώτη στην πλευρά του Κυρίου. Κι ο Κύριος εμφανίζεται πάλι μετά από οκτώ μέρες, μια εβδομάδα μετά την Ανάσταση.
Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 23 Ἀπριλίου 2023, τοῦ Θωμᾶ (Πραξ. ε΄ 12-20)
12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος· 13 τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾿ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· 14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν, 15 ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. 16 συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλὴμ φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες. 17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου 18 καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. 19 ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε· 20 πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ρήματα τῆς ζωῆς ταύτης.
Περισσότερα: Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 23 Ἀπριλίου 2023, τοῦ Θωμᾶ
Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 23 Ἀπριλίου 2023, τοῦ Θωμᾶ (Ἰω. κ΄ 19-31)
19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. 20 καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. 21 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα Ἅγιον· 23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. 24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. 25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. 26 Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν. 27 εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. 28 καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. 30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· 31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
Περισσότερα: Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 23 Ἀπριλίου 2023, τοῦ Θωμᾶ
Σελίδα 57 από 59