Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 12 Ἰουλίου 2026, Κυριακή ΣΤ΄ Ἐπιστολῶν (Ρωμ. ιβ΄ 6-14)

Ἀδελφοί, ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει, ὁ μεταδιδούς, ἐν ἁπλότητι, ὁ προϊστάμενος, ἐν σπουδῇ, ὁ ἐλεῶν, ἐν ἱλαρότητι. Ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ, τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες, τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες. εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.

 
 Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 12 Ἰουλίου 2026, Κυριακὴ ΣΤ΄ Ματθαίου (Ματθ. θ΄ 1-8)

Tῷ καιρῷ ἐκείνῳ, ἐμβὰς ὁ ᾿Ιησοῦς εἰς πλοῖον δι­­ε­­πέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. Καὶ ἰδοὺ προσ­έφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰ­δὼν ὁ ᾿Ιησοῦς τὴν πίστιν αὐ­τῶν εἶ­πε τῷ παραλυτικῷ· θάρ­­­σει, τέ­κνον· ἀφέωνταί σοι αἱ ἁ­μαρ­­­­­τίαι σου. καὶ ἰδού τινες τῶν γραμ­ματέων εἶπον ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ. καὶ ἰδὼν ὁ ᾿Ιησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πο­νη­ρὰ ἐν ταῖς καρδίαις ὑμῶν; τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀ­φιέναι ἁμαρτίας — τότε λέ­γει τῷ παραλυτικῷ· ἐγερθεὶς ἆ­ρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόν­­τα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

 
   Γιά τήν θεραπείᾳ τῶν δαιμονιζομένων Γαδαρηνῶν

 

«Καὶ κατέπλευσεν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ἥτις ἐστὶν ἀντίπερα τῆς Γαλιλαίας»

Κατέβηκε ὁ Σωτῆρας στή χώρα τῶν Γαδαρηνῶν μαζί μέ τοὺς ἁγίους μαθητές. Ἔπειτα τοὺς συνάντησαν κάποιοι ἄνδρες, πού ἤταν κατοικία πολλῶν καὶ ἀκαθάρτων πνευμάτων, χωρὶς νοῦ καὶ μυαλό, καὶ δέν ξεχώριζαν καθόλου ἀπὸ ἐκείνους πού εἴχαν πεθάνει καὶ βρίσκονταν στή γῆ καὶ μᾶλλον ἤταν ἴσως ἀκόμα χειρότεροι, γιατὶ τριγυρνώντας γυμνοί στά μνήματα τῶν πεθαμένων, ἤταν ἀπόδειξη τῆς ἀπανθρωπιᾶς τῶν δαιμόνων. Ἐπιτρέπει, βέβαια, ὁ Θεὸς τῶν ὅλων κατ’ οἰκονομίαν κάποιοι νά ὑποταχτοῦν σὲ αὐτούς, ὄχι γιά νά ὑποφέρουν, ἀλλὰ μᾶλλον γιά νά μάθουμε ἐμεῖς μέσῳ αὐτῶν πόσο μισάνθρωποι καὶ μισόκαλοι εἶναι οἱ δαίμονες ἀπέναντί μας, καὶ ἔτσι νά πάψουμε νά θέλουμε νά ὑποτασσόμαστε σὲ αὐτούς, γιατὶ ὅταν πάσχει ἕνας, οἰκοδομοῦνται πολλοί…

 

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 5 Ἰουλίου 2026, Ε΄ Ματθαίου (Ματθ. η΄ 28-θ΄1)

Tῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. καὶ εἶπεν αὐτοῖς· ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

 

 
 Εἰς τούς Ἁγίους Ἀποστόλους

«Πῶς, οἱ ἅγιοι Ἀπόστολοι, ἐνῶ τοὺς ἀπομάκρυναν καὶ τοὺς ἐξεδίωκαν… καὶ ἐνῶ δέν διέθεταν κανένα ἀπολύτως χάρισμα λόγου, οὔτε κοσμικὴ λάμψη, οὔτε πλοῦτο, οὔτε κατάγονταν ἀπὸ σπούδαία πόλη ἢ ἀπὸ μεγάλο ἔθνος ἢ ἀπὸ ἔνδοξο γένος, οὔτε εἴχαν ἐντυπωσιακὸ ἐπάγγελμα, οὔτε δόξα κοσμική, οὔτε κάτι ἄλλο ἀπὸ αὐτά πού φαντάζουν στά μάτια τῶν κοσμικῶν ἀνθρώπων, ἀλλὰ εἶχαν τὰ ἐντελῶς ἀντίθετα, δηλαδὴ ἁπλοϊκότητα, λιτότητα, φτώχια, μῖσος καὶ ἀπέχθεια ἀπέναντί τους, διότι, ὡς Ἰουδαῖοι, ἦταν μισητοὶ ἀπὸ ὅλους· καὶ ἐνῶ στέκονταν καὶ κήρυτταν μπροστὰ σὲ χιλιάδες λαοῦ καί δίδασκαν παράδοξα γιά τοὺς ἀκροατὲς τους διδάγματα, παρὰ ταῦτα τοὺς ἔπειθαν. Διότι πρέπει νά τονισθεῖ ὅτι καὶ οἱ ἐντολές πού τοὺς ἔδιναν ἀπαιτοῦσαν πολὺ κόπο γιά νά ἐφαρμοσθοῦν, καὶ οἱ διδασκαλίες τους ἔβαζαν τοὺς ἀκροατὲς τους σὲ πολλοὺς κινδύνους. Διότι αὐτοί πού ἄκουαν τὸ κήρυγμα τῶν Ἀποστόλων καὶ ἐπρόκειτο νά πιστεύσουν, ἕως τότε ζοῦσαν μέσα σὲ ἀπολαύσεις καὶ μέθες καὶ πολλὴ κακία…

 

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 28 Ἰουνίου 2026, Δ΄ Ἐπιστολῶν (Ρωμ. ς΄ 18-23)

18 ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ. 19 ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. 20 ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. 21 τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ᾿ οἷς νῦν ἐπαι­σχύ­νεσθε; τὸ γὰρ τέλος ἐκεί­νων θάνατος. 22 νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ Θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. 23 τὰ γὰρ ὀψώνια τῆς ἁ­μαρ­τίας θάνατος, τὸ δὲ χά­ρισμα τοῦ Θεοῦ ζωὴ αἰώ­νιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.