Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 9 Αὐγούστου 2026, Κυριακή Ι΄ Ἐπιστολῶν (Α΄ Κορ. δ΄ 9-16)

9 Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀν­θρώ­ποις. 10 ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑ­μεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔν­δοξοι, ἡμεῖς δὲ ἄτιμοι. 11 ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν 12 καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, δι­­­­­­­­­­­­­­­­­­­­­­ωκόμενοι ἀνεχόμεθα, 13 βλασφημούμενοι παρα­κα­λοῦμεν· ὡς περικαθάρ­ματα τοῦ κόσμου ἐγενή­θημεν, πάντων περίψημα ἕως ἄρτι. 14 Οὐκ ἐντρέπων ὑμᾶς γρά­φω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. 15 ἐὰν γὰρ μυρίους παιδα­γωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16 παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

  • Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 09 Αὐγούστου 2026, Κυριακὴ Ι΄ Ματθαίου (Ματθ. ιζ΄ 14-23)

14 Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων· 15 Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ᾿ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾿ ἰδίαν εἶπον· διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. 21 τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. 22 Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων 23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.

Όπως αναφέρεται στην Καινή Διαθήκη (Ματθαίου ιζ' 1-13, Μάρκου θ' 2-12, Λουκά θ' 28-36), ο Χριστός πήρε μαζί του τους μαθητές του Πέτρο, Ιάκωβο και Ιωάννη και ανέβηκαν μαζί σ’ ένα βουνό, πιθανώς το Θαβώρ της Γαλιλαίας, για να προσευχηθούν. Οι τρεις μαθητές Του, κουρασμένοι από τη δύσκολη ανάβαση στο βουνό, κάθισαν να ξεκουραστούν κι έπεσαν σε βαθύ ύπνο. 

 

Ὁ Ἰησοῦς ἐπί τῶν κυμάτων

Ἀρχιμ. Ζαχαρίας Ζάχαρου

Μετὰ τὸν πολλαπλασιασμὸ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων στὴν ἔρημο καὶ τὸν χορτασμὸ τοῦ πλήθους, ἀναφέρεται στὸ Εὐαγγέλιο ὅτι ὁ Κύριος Ἰησοῦς «ἀνάγκασε» τοὺς μαθητές Του νὰ ἀνέβουν στὸ πλοῖο καὶ νὰ πᾶνε στὴν ἄλλη ὄχθη τῆς λίμνης, ὡσότου ἀπολύσει τοὺς ὄχλους.

Ὁ ὄχλος ἀκολουθοῦσε τὸν Κύριο καὶ ἐκπλησσόταν μὲ τὰ σημεῖα ποὺ ἐπιτελοῦσε. Ὡστόσο δὲν εἶχαν μπορέσει νὰ εἰσέλθουν στὸ μυστήριο τοῦ λόγου Του. Ὁ κόσμος, ἔχοντας χορτάσει μὲ τοὺς ἄρτους καὶ τοὺς ἰχθύς, καὶ βεβαίως μὲ τὴν εὐλογία ποὺ τοὺς συνόδευε, ἦταν ἕτοιμος νὰ ἀνακηρύξει τὸν Χριστὸ Βασιλέα, ἐπίγειο ὅμως.

Οἱ μαθητὲς ἐπίσης πρὶν τὴν Ἀνάσταση καί ἰδιαίτερα πρὶν τὴν ἐπιφοίτηση του Ἁγίου Πνεύματος δὲν ἦταν ἐλεύθεροι ἀπὸ τὸν πειρασμὸ αὐτόν. Δὲν ἐξελάμβαναν τὸν λόγο τοῦ Κυρίου ἐν Πνεύματι Ἁγίῳ, ὥστε νὰ κατανοήσουν ὅτι ὁ Χριστὸς ἔμελλε μὲν «λυτροῦσθαι τὸν Ἰσραήλ», ἀλλὰ ὅτι εἶναι ἐπίσης ὁ Σωτήρας ὅλου τοῦ κόσμου. Γιὰ νὰ προστατεύσει τὸ πνεῦμα τῶν Ἀποστόλων ἀπὸ τὸν πνευματικὸ μολυσμὸ τῆς φιλαρχίας, ὁ Κύριος τοὺς ἀνάγκασε νὰ ἀποχωρήσουν πρὶν ἀπὸ Αὐτόν.

 
 
 Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 2 Αὐγούστου 2026, Κυριακή Θ΄ Ματθαίου (Α΄ Κορ. γ΄ 9-17)

9 Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. 10 Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· 11 θεμέλιον γὰρ ἄλλον οὐ­δεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰη­σοῦς Χριστός. 12 εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυ­­σόν, ἄργυρον, λίθους τιμί­ους, ξύλα, χόρτον, καλά­μην, 13 ἑκάστου τὸ ἔργον φανε­ρὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. 14 εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· 15 εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. 16 Οὐκ οἴδατε ὅτι ναὸς Θε­οῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; 17 εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.

 
 
 

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 2 Αὐγούστου 2026, Κυριακὴ Θ΄ Ματθαίου (Ματθ. ιδ΄ 22-34)

Τῷ καιρῷ ἐκείνῳ, ἠνάγκασεν ὁ Ἰη­σοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆ­ναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γε­νομένης μόνος ἦν ἐκεῖ. τὸ δὲ πλοῖον ἤδη μέ­σον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνε­μος. τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀ­πῆλ­­θε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. καὶ ἰδόντες αὐτὸν οἱ μα­θηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐ­ταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. εὐθέως δὲ ἐ­λά­­λησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα.

 

Το κανάλι μας στο youtube

Μέγας Παρακλητικός Κανών στην Παναγία.

Φωτογραφικό αφιέρωμα στον +π. Παναγιώτη Σαραντακκλησιώτη

Πανηγυρικός Αρχιερατικός Εσπερινός στην Παναγία

Ο καιρός στην Ορεστιάδα

080536
ΣήμεραΣήμερα33
ΧθεςΧθες90
Αυτή την εβδομάδαΑυτή την εβδομάδα373
Αυτό το μήναΑυτό το μήνα1915
Όλες τις ημέρεςΌλες τις ημέρες80536