Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 22 Φεβρουαρίου 2026, Τῆς Τυροφάγου (Ρωμ. ιγ΄ 11- ιδ΄ 4)

11 Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. 12 ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. 13 ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, 14 ἀλλ᾿ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποι­εῖσθε εἰς ἐπιθυμίας.

Τὸν δὲ ἀσθενοῦντα τῇ πί­στει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλο­γισμῶν. 2 ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. 3 ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρι­νέτω· ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. 4 σὺ τίς εἶ ὁ κρίνων ἀλλό­τριον οἰκέτην; τῷ ἰδίῳ Κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 22 Φεβρουαρίου 2026, τῆς Τυροφάγου (Ματθ. ς΄ 14-21)

Eἶπεν ὁ Κύριος· ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παρα­πτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐ­δὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παρα­πτώματα ὑμῶν. Ὅταν δὲ νηστεύη­τε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκρι­ταὶ σκυ­θρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κε­φαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶ­σις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.

Ὁ βίος τῆς Ἁγίας Φιλοθέης

Η Αγία Φιλοθέη, (κατά κόσμον Ρηγούλα ή Ρεβούλα-Παρασκευή Μπενιζέλου), ήταν μοναχή με σημαντική φιλανθρωπική και κοινωνική δράση κατά τη διάρκεια της Τουρκοκρατίας του 16ου αιώνα. H Ορθόδοξη Εκκλησία την έχει ανακηρύξει αγία και είναι στενά συνδεδεμένη με την πόλη των Αθηνών. Η μνήμη της τιμάται από την Ορθόδοξη Εκκλησία στις 19 Φεβρουαρίου. 

Εἰς τὴν Κυριακὴ τῆς Ἀποκρέω

1. Τὴν περασμένη Κυριακὴ ἡ Ἐκκλησία ἐμνημόνευε τὴν ἀπερίγραπτη φιλανθρωπία τοῦ Θεοῦ πρὸς ἐμᾶς πού παρουσιάζεται μὲ τὴν παραβολὴ τοῦ σεσωσμένου Ἀσώτου. Τὴν σημερινὴ Κυριακὴ διδάσκει περὶ τῆς μελλούσης φρικωδεστάτης κρίσεως τοῦ Θεοῦ, χρησιμοποιώντας μία καλή τάξι καὶ ἀκολουθώντας τίς προφητικὲς φωνές· διότι, λέγει, «θὰ σοῦ ψάλω, Κύριε, ἔλεος καὶ κρίσι», καὶ «μία φορὰ ἐλάλησε ὁ Θεὸς καὶ ἄκουσα τὰ δύο αὐτά, ὅτι τὸ κράτος εἶναι τοῦ Θεοῦ καὶ ἰδικό σου, Κύριε, τὸ ἔλεος, διότι ἐσὺ θ’ ἀποδώσης στόν καθένα κατὰ τὰ ἔργα του».

Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 15 Φεβρουαρίου 2026, τῶν Ἀπόκρεω (Α΄ Κορ. ς΄ 12-20)

8 βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα. 9 βλέπετε δὲ μήπως ἡ ἐξου­σία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθε­νοῦσιν. 10 ἐὰν γάρ τις ἴδῃ σε, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συν-είδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; 11 καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι᾿ ὃν Χριστὸς ἀπέθανεν. 12 οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε. 13 διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.

Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; 2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπό­στο­λος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀπο­­στο­λῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ.