Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΣΠΟΡΕΩΣ
Ἁγίου Ἰωάννου Χρυσοστόμου
Ἰδοὺ βγῆκε λέει, αὐτός πού σπέρνει γιά νά σπείρη. Ἀπὸ ποῦ βγῆκε αὐτὸς πού εἶναι παρών σ’ ὅλα τὰ μέρη, αὐτὸς πού τὰ γεμίζει ὅλα; Καὶ πῶς βγῆκε; Ὄχι τοπικὰ ἀλλὰ κατὰ τή σχετική μέ ἐμᾶς οἰκονομία του, ἔγινε πλησιέστερός μας μὲ τὴν ἔνδυση τῆς σάρκας. Ἐπειδὴ δέν μπορούσαμε νά μποῦμε ἐμεῖς, καθὼς μᾶς ἔκλειναν τὴν εἴσοδο τὰ ἁμαρτήματά μας, βγαίνει Ἐκεῖνος σ’ ἐμᾶς. Καί μέ ποιό σκοπὸ βγῆκε; Γιά νά καταστρέψη τή γεμάτη ἀπὸ ἀγκάθια γῆ καὶ νά τιμωρήση τοὺς γεωργούς; Καθόλου· ἀλλὰ νά καλλιεργήση καὶ νά φροντίση καὶ νά σπείρη τὸν λόγο τῆς εὐσεβείας. Σπόρο ἐδῶ ἐννοεῖ τή διδασκαλία· χωράφι τίς ψυχὲς τῶν ἀνθρώπων· σπορέα τὸν ἑαυτὸ του.
Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 13 Ὀκτωβρίου 2024, Τῶν Πατέρων (Τίτ. γ΄ 8-15)
Τέκνον Τίτε, πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. Ὅταν πέμψω ᾿Αρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. Ἀσπάζονταί σε οἱ μετ᾿ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.
Περισσότερα: Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 13 Ὀκτωβρίου 2024, Τῶν Πατέρων (Τίτ. γ΄ 8-15)
Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 13 Ὀκτωβρίου 2024, Δ΄ Λουκᾶ (Λουκ. η΄ 4-15)
4 Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐ-τὸν εἶπε διὰ παραβολῆς· 5 ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· 6 καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· 7 καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό· 8 καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. 9 Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τίς εἴη ἡ παραβολὴ αὕτη; 10 ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσιν. 11 ἔστι δὲ αὕτη ἡ παραβολή· ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· 12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρ- χεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. 13 οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ρίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. 14 τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσι. 15 τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
Περισσότερα: Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 13 Ὀκτωβρίου 2024, Δ΄ Λουκᾶ (Λουκ. η΄ 4-15)
Το νόημα του πόνου
Ἀρχιμ. Γεώργιος
Προηγούμενος Ι.Μ. Γρηγορίου Άγιον Όρος
Εἶναι εὔκολο κάποιος νά φιλοσοφεῖ ἤ νά θεολογεῖ γιά τόν πόνο. Ἀλλά εἶναι δύσκολο νά ἀντιμετωπίζει σωστά τόν πόνο, ὅταν ὁ ἴδιος περνᾶ ἕνα δυνατό πόνο στή ζωή του.
Θεωρῶ πολύ τολμηρό νά μιλᾶ κανείς γιά τόν πόνο, ὅταν ὁ ἴδιος δέν πονᾶ. Σκέπτομαι ὅλους τούς ἀδελφούς μας ἁπανταχοῦ τῆς γῆς, πού πονοῦν σωματικά ἤ ψυχολογικά ἤ πνευματικά.
Σωματικά πονοῦν οἱ ἄνθρωποι ἀπό ἀρρώστειες, κακουχίες, πείνα.
Ψυχολογικά πονοῦν ἀπό κατατρεγμούς, συκοφαντίες, ἔλλειψη ἀγάπης καί μή ἀνταπόκριση στήν προσφερόμενη σέ ἄλλα προσφιλῆ πρόσωπα ἀγάπη, ἀνεκπλήρωτες ἐπιθυμίες, ἀσθένειες καί θανάτους προσφιλῶν ἀνθρώπων καί ἄλλα αἴτια.
῾Η ἀνάστασις τοῦ υἱοῦ τῆς χήρας τῆς Ναῒν
«Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε· καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. ἔλαβε δὲ φόβος πάντας καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ ᾿Ιουδαίᾳ περὶ αὐτοῦ καὶ ἐν πάσῃ τῇ περιχώρῳ. (Λουκ. ζ’ 11-17).
Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 6 Ὀκτωβρίου 2024, ΙΕ΄ Κυριακῆς (Β΄ Κορ. δ΄ 6-15)
Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾿ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾿ οὐκ ἀπολλύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.
Περισσότερα: Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 6 Ὀκτωβρίου 2024, ΙΕ΄ Κυριακῆς (Β΄ Κορ. δ΄ 6-15)
Σελίδα 4 από 59