Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 20 Ὀκτωβρίου 2024, ΣΤ΄ Λουκᾶ (Λουκ. η΄ 27-39)
27 Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν. 28 ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς. 29 παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. 30 ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· τί σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε· λεγεών· ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν· 31 καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. 32 ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. 33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.
Περισσότερα: Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 20 Ὀκτωβρίου 2024, ΣΤ΄ Λουκᾶ (Λουκ. η΄ 27-39)
Θεογνωσία, αὐτογνωσία καὶ ἠθικὴ
Γεώργιος Ι. Μαντζαρίδης, Ὁμότιμος Καθηγητὴς Θεολογικῆς Σχολῆς Α.Π.Θ
Προϋπόθεση γιὰ τὴν ἀναζήτηση καὶ γνώση τοῦ Θεοῦ, ὅπως καὶ γιὰ τὴν καλλιέργεια τῆς ἠθικῆς ζωῆς, εἶναι ἡ αὐτογνωσία. Πρωτίστως μάλιστα ἡ ἐπίγνωση τοῦ ἀνθρώπου ὅτι δὲν εἶναι αἴτιος τῆς ὑπάρξεώς του. Κάθε ἄνθρωπος γνωρίζει ὅτι δὲν ὀφείλει τὴν ὕπαρξή του στὸν ἑαυτό του ἡ ὅτι ἔχει τὸ εἶναι «δεδανεισμένον». Ἡ ἐπίγνωση αὐτὴ διατηρεῖ τὸν ἄνθρωπο μέσα στὰ ὅριά του καὶ τὸν προφυλάσσει ἀπὸ τὴν ἐκτροπή.
Ὁ ὅσιος Συμεὼν ὁ Νέος Θεολόγος παρατηρεῖ: «Πάντα, ὡς ὁρᾶται, τὰ ἄλογα ζῶα τὴν ἑαυτῶν φυλάττει καὶ φύσιν καὶ τάξιν, καὶ τοὺς ἰδίους ὅρους ἕκαστον αὐτῶν οὒχ ὑπερβαίνει ποτέ. Οὗτος δὲ ὁ χειρὶ Θεοῦ πλασθείς, ὁ λόγῳ καὶ αὐτεξουσιότητι παρ’ αὐτοῦ τιμηθείς, οὐκ εἰς δέον ἐχρήσατο τῇ ἀξία, οὐδὲ τὴν ἰδίαν ἐπέγνω ἀσθένειαν, οὐδὲ ἐνέμεινεν ἐν τοῖς ὑπὸ τοῦ Θεοῦ ἐντεθεῖσι τῇ φύσει αὐτοῦ ἀγαθοῖς, οὐδὲ ἐντός των ἰδίων ὅρων ἔστη ἤ τά ἐαυτοῦ μέτρα συνῆκεν». Ἡ αὐτεξουσιότητα τοῦ ἀνθρώπου ἔκανε καὶ κάνει δυνατὴ τὴν ἐκτροπὴ ἀπὸ τὰ ὅρια καὶ τὰ μέτρα του.
Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΣΠΟΡΕΩΣ
Ἁγίου Ἰωάννου Χρυσοστόμου
Ἰδοὺ βγῆκε λέει, αὐτός πού σπέρνει γιά νά σπείρη. Ἀπὸ ποῦ βγῆκε αὐτὸς πού εἶναι παρών σ’ ὅλα τὰ μέρη, αὐτὸς πού τὰ γεμίζει ὅλα; Καὶ πῶς βγῆκε; Ὄχι τοπικὰ ἀλλὰ κατὰ τή σχετική μέ ἐμᾶς οἰκονομία του, ἔγινε πλησιέστερός μας μὲ τὴν ἔνδυση τῆς σάρκας. Ἐπειδὴ δέν μπορούσαμε νά μποῦμε ἐμεῖς, καθὼς μᾶς ἔκλειναν τὴν εἴσοδο τὰ ἁμαρτήματά μας, βγαίνει Ἐκεῖνος σ’ ἐμᾶς. Καί μέ ποιό σκοπὸ βγῆκε; Γιά νά καταστρέψη τή γεμάτη ἀπὸ ἀγκάθια γῆ καὶ νά τιμωρήση τοὺς γεωργούς; Καθόλου· ἀλλὰ νά καλλιεργήση καὶ νά φροντίση καὶ νά σπείρη τὸν λόγο τῆς εὐσεβείας. Σπόρο ἐδῶ ἐννοεῖ τή διδασκαλία· χωράφι τίς ψυχὲς τῶν ἀνθρώπων· σπορέα τὸν ἑαυτὸ του.
Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 13 Ὀκτωβρίου 2024, Τῶν Πατέρων (Τίτ. γ΄ 8-15)
Τέκνον Τίτε, πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. Ὅταν πέμψω ᾿Αρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. Ἀσπάζονταί σε οἱ μετ᾿ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.
Περισσότερα: Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 13 Ὀκτωβρίου 2024, Τῶν Πατέρων (Τίτ. γ΄ 8-15)
Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 13 Ὀκτωβρίου 2024, Δ΄ Λουκᾶ (Λουκ. η΄ 4-15)
4 Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐ-τὸν εἶπε διὰ παραβολῆς· 5 ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· 6 καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· 7 καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό· 8 καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. 9 Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τίς εἴη ἡ παραβολὴ αὕτη; 10 ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσιν. 11 ἔστι δὲ αὕτη ἡ παραβολή· ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· 12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρ- χεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. 13 οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ρίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. 14 τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσι. 15 τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
Περισσότερα: Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 13 Ὀκτωβρίου 2024, Δ΄ Λουκᾶ (Λουκ. η΄ 4-15)
Το νόημα του πόνου
Ἀρχιμ. Γεώργιος
Προηγούμενος Ι.Μ. Γρηγορίου Άγιον Όρος
Εἶναι εὔκολο κάποιος νά φιλοσοφεῖ ἤ νά θεολογεῖ γιά τόν πόνο. Ἀλλά εἶναι δύσκολο νά ἀντιμετωπίζει σωστά τόν πόνο, ὅταν ὁ ἴδιος περνᾶ ἕνα δυνατό πόνο στή ζωή του.
Θεωρῶ πολύ τολμηρό νά μιλᾶ κανείς γιά τόν πόνο, ὅταν ὁ ἴδιος δέν πονᾶ. Σκέπτομαι ὅλους τούς ἀδελφούς μας ἁπανταχοῦ τῆς γῆς, πού πονοῦν σωματικά ἤ ψυχολογικά ἤ πνευματικά.
Σωματικά πονοῦν οἱ ἄνθρωποι ἀπό ἀρρώστειες, κακουχίες, πείνα.
Ψυχολογικά πονοῦν ἀπό κατατρεγμούς, συκοφαντίες, ἔλλειψη ἀγάπης καί μή ἀνταπόκριση στήν προσφερόμενη σέ ἄλλα προσφιλῆ πρόσωπα ἀγάπη, ἀνεκπλήρωτες ἐπιθυμίες, ἀσθένειες καί θανάτους προσφιλῶν ἀνθρώπων καί ἄλλα αἴτια.
Σελίδα 4 από 63