Ἡ Ὕψωσις τοῦ Τιμίου Σταυροῦ

Ἡ 14η Σεπτεμβρίου εἶναι γνωστή εἰς τούς Χριστιανούς ὡς ἡμέρα «τῆς παγκοσμίου Ὑψώσεως τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ. Εἶναι ἡμέρα ἀργίας καί νηστείας, διά νά δυνηθοῦν οἱ πιστοί νά προσκυνήσουν «τό ζωομύριστον ξύλον» καί τόν «θαυμάτων θησαυρόν», τόν «συνθετοτρισόλβιον» Σταυρόν καί «χαρίτων παροχέα» (α’ Οἶκος εἰς τόν τίμιον Σταυρόν).

Πρίν προχωρήσωμεν εἰς τήν περιγραφήν τῆς εἰκόνος τῆς Ὑψώσεως, εἶναι ἀνάγκη νά ἴδωμεν τό ἱστορικόν τῆς ἑορτῆς καί τήν θεολογικήν της σημασίαν.

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 13 Σεπτεμβρίου 2026, Κυριακὴ πρὸ τῆς Ὑψώσεως (Γαλ. ς΄ 11-18)

11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12 ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. 13 οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. 14 ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. 15 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. 16 καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. 17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. 18 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 13 Σεπτεμβρίου 2026, Κυριακὴ πρὸ τῆς Ὑψώσεως (Ἰω. γ΄ 13-17)

13 […] οδες ναβέβηκεν ες τν ορανν ε μ  κ το ορανο καταβάς,  υἱὸς το νθρώπου  ν ν τ οραν. 14 κα καθς Μωϋσς ψω­σε τν φιν ν τ ρήμ, οτως ψωθναι δε τν υἱὸν το νθρώπου, 15 να πς  πιστεύων ες ατν μ πόληταιλλ’ χ ζων αώνιον. 16 οτω γρ γάπησεν  Θες τν κόσμον, στε τν υἱὸν ατο τν μονογεν δωκεν, να πς  πιστεύων ες ατν μ πόληται, λλ’ χ ζων αώνιον. 17 ο γρ πέστειλεν  Θες τν υἱὸν ατο ες τν κόσμον να κρίν τν κόσμον, λλ’ να σωθ  κόσμος δι’ ατο.

 
 Ἡ παραβολὴ τοῦ Μεγάλου Δείπνου

Ἅγιος Νικόλαος Βελιμίροβιτς

 Θεὸς θέλει τὸν ἄνθρωπο νά πιστεύει σ’ Ἐκεῖνον, περισσότερο ἀπ’ ὁποιονδήποτε ἡ ὁτιδήποτε ἄλλο στόν κόσμο.

Ὁ Θεὸς θέλει τὸν ἄνθρωπο νά ἐλπίζει σ’ Ἐκεῖνον, περισσότερο ἀπ’ ὁποιονδήποτε ἡ ὁτιδήποτε ἄλλο στόν κόσμο.

Ὁ Θεὸς ζητάει ὅμως καὶ κάτι παραπάνω: Θέλει ὁ ἄνθρωπος νά προσκολληθεῖ μέ ἀγάπη μόνο σ’ Ἐκεῖνον. Καὶ τότε, μὲ τὴν ἀγάπη πού θ’ ἀκτινοβολεῖ ἀπὸ μέσα του, θὰ γίνει ἕνα καί μέ τὴν κτίση τοῦ Θεοῦ.

Αὐτὴ εἶναι ἡ ἕνωση τοῦ ἀνθρώπου μέ τὸν Θεό. Αὐτὴ εἶναι ἡ μνηστεία τῆς ψυχῆς μέ τὸν Χριστό. Κάθε ἄλλη ἕνωση εἶναι μοιχεία καὶ πορνεία. Μόνο τέτοια στενὴ ἕνωση τῆς ψυχῆς μέ τὸν Χριστό, ποὺ σ’ ἐμᾶς ἀπεικονίζεται πιὸ καθαρά μέ τὸν ἐπίγειο γάμο, μπορεῖ νά κάνει τὴν ψυχὴ πλούσια καὶ καρποφόρα. Ὅλες οἱ ἄλλες σχέσεις πού μπορεῖ νά συνάψει ἡ ψυχὴ εἶναι ἀγκάθια καὶ ζιζάνια, ποὺ εἶναι γυμνὰ καὶ ἄγονα ἀπὸ κάθε ἀγαθό.

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 06 Σεπτεμβρίου 2026, Κυριακὴ ΙΔ΄ Ἐπιστολῶν (Β΄ Κορ. α΄ 21 – β΄ 4)

21 ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς Θεός, 22 ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρρα­βῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. 23 Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. 24 οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε.
Εκρινα δὲ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ ἐλθεῖν πρὸς ὑμᾶς. 2 εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; 3 καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτό, ἵνα μὴ ἐλθὼν λύπην ἔχω ἀφ᾿ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. 4 ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγρα­ψα ὑμῖν διὰ πολλῶν δακρύ­ων, οὐχ ἵνα λυπηθῆτε, ἀλ­λὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑ­μᾶς.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 6 Σεπτεμβρίου 2026, Κυριακή ΙΔ΄ Ματθαίου (Ματθ. κβ΄ 2-14)

2 ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασι­λεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ. 3 καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. 4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· εἴπατε τοῖς κεκλημένοις· ἰδοὺ τὸ ἄ­­­ρι­στόν μου ἡτοίμασα, οἱ ταῦ­­ροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. 5 οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὁ δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ· 6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρι­σαν καὶ ἀπέκτειναν. 7 ἀκούσας δὲ ὁ βασιλεὺς ἐ­­­­κεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε. 8 τότε λέγει τοῖς δούλοις αὐ­­τοῦ· ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· 9 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅ­­­σους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους. 10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων. 11 εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γά­­μου, 12 καὶ λέγει αὐτῷ· ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώ­θη. 13 τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἄρα­­τε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐ­κεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 14 πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.