Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 27 Σεπτεμβρίου 2026, Κυριακὴ ΙΖ΄ Ἐπιστολῶν (Β΄ Κορ. ς΄ 16 – ζ΄1)

Ἀδελφοί, ὑμεῖς ἐ­στε ναὸς Θε­οῦ ζῶντος, κα­­­θὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοι­κήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔ­σομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀ­φορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παν­τοκράτωρ. Ταύτας οὖν ἔχον­τες τὰς ἐπαγγε­λίας, ἀγαπητοί, καθα­ρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐ­πιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 26Σεπτεμβρίου 2026, Α΄ Λουκᾶ (Λουκ. ε΄ 1-11)

Τῷ καιρῷ ἐκείνῳ, ἑστὼς ὁ ᾿Ιη­σοῦς παρὰ τὴν λίμνην Γεν­νη­σαρέτ, εἶδε δύο πλοῖα ἑστῶ­τα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀ­πο­βάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ­ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ρήματί σου χαλάσω τὸ δίκτυον. καὶ τοῦτο ποιήσαν­τες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυ­θίζεσθαι αὐτά. ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν ᾿Ιησοῦ λέγων· ἔξ­ελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, ὁμοίως δὲ καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ ᾿Ιησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.

Ἡ Ὕψωσις τοῦ Τιμίου Σταυροῦ

Ἡ 14η Σεπτεμβρίου εἶναι γνωστή εἰς τούς Χριστιανούς ὡς ἡμέρα «τῆς παγκοσμίου Ὑψώσεως τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ. Εἶναι ἡμέρα ἀργίας καί νηστείας, διά νά δυνηθοῦν οἱ πιστοί νά προσκυνήσουν «τό ζωομύριστον ξύλον» καί τόν «θαυμάτων θησαυρόν», τόν «συνθετοτρισόλβιον» Σταυρόν καί «χαρίτων παροχέα» (α’ Οἶκος εἰς τόν τίμιον Σταυρόν).

Πρίν προχωρήσωμεν εἰς τήν περιγραφήν τῆς εἰκόνος τῆς Ὑψώσεως, εἶναι ἀνάγκη νά ἴδωμεν τό ἱστορικόν τῆς ἑορτῆς καί τήν θεολογικήν της σημασίαν.

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 13 Σεπτεμβρίου 2026, Κυριακὴ πρὸ τῆς Ὑψώσεως (Γαλ. ς΄ 11-18)

11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12 ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. 13 οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. 14 ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. 15 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. 16 καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. 17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. 18 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 13 Σεπτεμβρίου 2026, Κυριακὴ πρὸ τῆς Ὑψώσεως (Ἰω. γ΄ 13-17)

13 […] οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ. 14 καὶ καθὼς Μωϋσῆς ὕψω­σε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, 15 ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. 16 οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. 17 οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.

 
 Ἡ παραβολὴ τοῦ Μεγάλου Δείπνου

Ἅγιος Νικόλαος Βελιμίροβιτς

Ὁ Θεὸς θέλει τὸν ἄνθρωπο νά πιστεύει σ’ Ἐκεῖνον, περισσότερο ἀπ’ ὁποιονδήποτε ἡ ὁτιδήποτε ἄλλο στόν κόσμο.

Ὁ Θεὸς θέλει τὸν ἄνθρωπο νά ἐλπίζει σ’ Ἐκεῖνον, περισσότερο ἀπ’ ὁποιονδήποτε ἡ ὁτιδήποτε ἄλλο στόν κόσμο.

Ὁ Θεὸς ζητάει ὅμως καὶ κάτι παραπάνω: Θέλει ὁ ἄνθρωπος νά προσκολληθεῖ μέ ἀγάπη μόνο σ’ Ἐκεῖνον. Καὶ τότε, μὲ τὴν ἀγάπη πού θ’ ἀκτινοβολεῖ ἀπὸ μέσα του, θὰ γίνει ἕνα καί μέ τὴν κτίση τοῦ Θεοῦ.

Αὐτὴ εἶναι ἡ ἕνωση τοῦ ἀνθρώπου μέ τὸν Θεό. Αὐτὴ εἶναι ἡ μνηστεία τῆς ψυχῆς μέ τὸν Χριστό. Κάθε ἄλλη ἕνωση εἶναι μοιχεία καὶ πορνεία. Μόνο τέτοια στενὴ ἕνωση τῆς ψυχῆς μέ τὸν Χριστό, ποὺ σ’ ἐμᾶς ἀπεικονίζεται πιὸ καθαρά μέ τὸν ἐπίγειο γάμο, μπορεῖ νά κάνει τὴν ψυχὴ πλούσια καὶ καρποφόρα. Ὅλες οἱ ἄλλες σχέσεις πού μπορεῖ νά συνάψει ἡ ψυχὴ εἶναι ἀγκάθια καὶ ζιζάνια, ποὺ εἶναι γυμνὰ καὶ ἄγονα ἀπὸ κάθε ἀγαθό.