Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 4 Φεβρουαρίου 2024, ΙΕ΄ Κυριακῆς (Β΄ Κορ. δ΄ 6-15)

Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχω­ρούμενοι, ἀπορούμενοι ἀλλ᾿ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾿ οὐκ ἀπολλύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ ­Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 4 Φεβρουαρίου 2024, Κυριακὴ ΙE΄ Ματθαίου (Ματθ. κβ΄ 35-46)

35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐ­­­τῶν, νομικός, πειράζων αὐ­τὸν καὶ λέγων· 36 διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37 ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· ἀ­­­­γαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου. 38 αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή. 39 δευτέρα δὲ ὁμοία αὐτῇ· ἀ­­­­γαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 40 ἐν ταύταις ταῖς δυσὶν ἐν­­τολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. 41 Συνηγμένων δὲ τῶν Φα­ρι­σαίων ἐπηρώτησεν αὐ­τοὺς ὁ Ἰησοῦς 42 λέγων· τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; λέγουσιν αὐτῷ· τοῦ Δαυΐδ. 43 λέγει αὐτοῖς· πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων, 44 εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; 45 εἰ οὖν Δαυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι; 46 καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

῾H Ὑπαπαντὴ τοῦ Χριστοῦ

 
Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ρῆμα σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ» (Λκ. 2. 29­32)

Tὰ λόγια τοῦ Ἁγίου Συμεών σημειώνουν τὸ τέλος μιᾶς μακρᾶς περιόδου, χιλιάδων χρόνων κατὰ τὴ διάρκεια τῶν ὁποίων οἱ ἄνθρωποι ζοῦσαν χωρὶς τὸ Θεό· εἶχαν περάσει χιλιάδες χρόνια ἀπὸ τότε ποὺ ὁ Ἀδὰμ εἶχε χύσει τὸ πρῶτο του δάκρυ, ἀπὸ τότε ποὺ εἶχε θρηνήσει γιὰ πρώτη φορὰ πάνω στὴ γῆ ἐκείνη στὴν ὁποία δὲν εὕρισκες πιὰ τὸ Θεὸ ἀνάμεσα στὰ πλάσματά Του.

Κυριακὴ τοῦ Ζακχαίου

 

12 Ἰανουαρίου 1978

 

Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.

Τὴν προηγούμενη ἑβδομάδα εἰσήλθαμε στὴν περίοδο τῶν ἑβδομάδων στὴν πορεία μας πρὸς τὴν ἡμέρα τῆς Ἀνάστασης, ποὺ μᾶς λένε νὰ ἐξετάσουμε τὸν ἑαυτό μας· τότε θὰ ἔλθει καιρὸς νὰ μὴν σκεφτόμαστε τίποτα ἄλλο παρὰ τοὺς τρόπους μὲ τοὺς ὁποίους ὁ Θεὸς μᾶς προετοιμάζει γιὰ τὴν σωτηρία μας· καὶ ὅταν φθάσουμε στὴν Μεγάλη Ἑβδομάδα, τότε δὲν θὰ πρέπει νὰ ἔχουμε καμιά σκέψη, τίποτα παρὰ τὸν Κύριο τοῦ ὁποίου τὸ πάθος θὰ ἀτενίζουμε πρὶν νὰ εἰσέλθουμε μαζὶ στὴν δόξα καὶ στὴν χαρὰ τῆς Ἀνάστασης Του.

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 28 Ἰανουαρίου 2024, ΛΒ΄ Κυριακῆς (Α΄ Τιμ. δ΄ 9-15)

Τέκνον Τιμόθεε, πι­στὸς ὁ λόγος καὶ πάσης ἀ­πο­δοχῆς ἄξιος· εἰς τοῦ­το γὰρ καὶ κοπιῶμεν καὶ ὀ­νειδιζό­μεθα, ὅτι ἠλ­πί­καμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀν­θρώ­πων, μάλιστα πι­­στῶν. Παράγγελλε ταῦ­τα καὶ δίδασκε. μη­δείς σου τῆς νεότητος καταφρονείτω, ἀλ­­λὰ τύπος γί­νου τῶν πιστῶν ἐν λό­γῳ, ἐν ἀναστροφῇ, ἐν ἀ­γάπῃ, ἐν πνεύματι, ἐν πί­­­στει, ἐν ἁγνείᾳ. ἕως ἔρ­χομαι πρόσεχε τῇ ἀ­ναγνώσει, τῇ παρακλή­σει, τῇ διδασκαλίᾳ. μὴ ἀ­μέλει τοῦ ἐν σοὶ χα­ρί­σματος, ὃ ἐδόθη σοι διὰ προ­φητείας μετὰ ἐπι­θέ­σεως τῶν χειρῶν τοῦ πρε­σ­βυτερίου. ταῦτα με­λέτ­α, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φα­νερὰ ᾖ ἐν πᾶσιν.

 

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 28 Ἰανουαρίου 2024, Κυριακὴ ΙE΄ Λουκᾶ (Λουκ. ιθ΄ 1-10)

Τῷ καιρῷ ἐκείνῳ, διήρχετο ὁ ᾿Ιησοῦς τὴν ῾Ιεριχώ· καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗ­τος ἦν πλούσιος, καὶ ἐζήτει ἰδεῖν τὸν ᾿Ιησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μι­κρὸς ἦν. καὶ προδρα­μὼν ἔμπροσ­θεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐ­κείνης ἤμελλε διέρχεσθαι. καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀ­να­βλέψας ὁ ᾿Ιησοῦς εἶδεν αὐ­τὸν καὶ εἶπε πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖ­ναι. καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. καὶ ἰδόν­τες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁ­μαρτωλῷ ἀνδρὶ εἰσῆλθε κα­τα­λῦσαι. σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· ἰδοὺ τὰ ἡμίση τῶν ὑ­παρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐ­συκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. εἶπε δὲ πρὸς αὐτὸν ὁ ᾿Ιησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴ­κῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.