Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 15 Σεπτεμβρίου 2024, Μετὰ τὴν Ὕψωσιν (Γαλ. β΄ 16-20)

Αδελφοί, εἰδότες ὅτι οὐ δικαιοῦται ἄν­θρω­πος ἐξ ἔργων νό­­μου ἐὰν μὴ διὰ πίστεως ᾿Ιησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ᾿Ιησοῦν ἐπι­στεύ­­σαμεν, ἵνα δικαιω­θῶ­μεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔρ­γων νόμου πᾶσα σάρξ. εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐ­τοὶ ἁμαρτωλοί, ἆρα Χρι­­στὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο. εἰ γὰρ ἃ κατέ­λυ­σα ταῦτα πάλιν οἰκο­δο­­μῶ, παραβάτην ἐμαυ­­­τὸν συνί­στημι. ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέ­θανον, ἵνα Θεῷ ζήσω. Χρι­στῷ συνε­σταύ­­ρωμαι· ζῶ δὲ οὐκέτι ἐ­γώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πί­­στει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπή­σαντός με καὶ παραδόντος ἑαυτὸν ὑ­πὲρ ἐμοῦ.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 15 Σεπτεμβρίου 2024, μετὰ τὴν Ὕψωση (Μάρκ. η΄ 34 – θ’ 1)

34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 35 ὃς γὰρ ἂν θέλῃ τὴν ψυ­χὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐ­­μοῦ καὶ τοῦ εὐαγγελίου, οὗ­τος σώσει αὐτήν. 36 τί γὰρ ὠφελήσει ἄνθρω­πον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; 37 ἢ τί δώσει ἄνθρωπος ἀν­­­τάλλαγμα τῆς ψυχῆς αὐτοῦ;

Χριστιανός καί Σταυρός

Χριστιανός σημαίνει μικρός Χριστός κι ὁ Χριστός εἶναι ὁ Ἐσταυρωμένος, ἄρα χριστιανός εἶναι ὁ ἄνθρωπος τοῦ σταυροῦ. Γι᾿ αὐτό εἶναι ἀνάρμοστο καί ξένο στόν χριστιανό νά ἀναζητᾶ τίς εὐκολίες καί τήν ἀνάπαυση.

Ὁ Κύριός σου καρφώθηκε στό σταυρό κι ἐσύ ἐπιζητᾶς τήν ἄνεση καί ζῆς μέ πολυτέλεια;

Ἄν ἀγαπᾶς τόν Κύριό σου, πέθανε ὅπως Ἐκεῖνος. Σταύρωνε τόν ἑαυτό σου, ἔστω κι ἄν δέν σέ σταυρώνει κανείς. Καί σταυρός εἶναι ὁ ἀγώνας ἐναντίον τῆς κακίας καί τῆς ζήλειας σου.

Σταυρώνεις τό «ἐγώ» σου, ὅταν ἀρνεῖσαι νά ἱκανοποιήσεις τίς κακές ἐπιθυμίες σου.

Κρεμᾶς τόν ἑαυτό σου στό σταυρό, ὅταν ἀφήνεις τόν Θεό νά κατευθύνει τή ζωή σου χωρίς τίς δικές σου λογικές παρεμβάσεις.

Πεθαίνεις σάν τόν Κύριό σου, ὅταν ὑποτάσσεσαι στό θέλημά του χωρίς τά ἀτέλειωτα «γιατί».

Ὁ Κύριος ζήτησε καί ζητᾶ νά τόν ἀκολουθήσουν ὅσοι εἶναι ἀποφασισμένοι νά σηκώσουν τό σταυρό τους, ὅσοι εἶναι ἕτοιμοι νά πεθάνουν, νά ἀρνηθοῦν τίς ἀπολαύσεις καί τήν τρυφή.

Ὅποιος ἀγαπᾶ τήν ἀσφάλεια καί τίς ἡδονές τῆς παρούσης ζωῆς εἶναι ἐχθρός τοῦ σταυροῦ, αὐτοῦ τοῦ σταυροῦ πού ὁ χριστιανός ἀγαπᾶ καί σηκώνει μέ ὑπομονή γιά χάρη τοῦ Ἐσταυρωμένου του Κυρίου!…

Ἰωάννου Χρυσοστόμου, Εἰς Φιλιππησίους 13

Ὁ Τίμιος Σταυρός

“Ἐξ αἰῶνος γάρ καί ἀπό γενεῶν 

ἐν σταυρῶ καί θανάτῳ

πατεῖται ἡ τρίβος Αὐτοῦ  

(Ἰσαάκ Σῦρος)

 Δόξα… Ἦχος γ’

Χριστὲ ὁ Θεὸς ἡμῶν,  ὁ τὴν ἑκούσιον σου σταύρωσιν,  εἰς κοινὴν ἐξανάστασιν, τοῦ γένους τῶν ἀνθρώπων, καταδεξάμενος, καὶ τῷ καλάμῳ τοῦ Σταυροῦ βαφαῖς ἐρυθραῖς, τοὺς σαυτοῦ δακτύλους αἱματώσας, ταῖς ἀφεσίμοις ἡμῖν, βασιλικῶς ὑπογράψαι φιλανθρωπευσάμενος, μὴ παρίδῃς ἡμᾶς κινδυνεύοντας καὶ πάλιν τὴν ἀπὸ σοῦ διάστασιν, ἀλλ’ οἰκτείρησον μόνε μακρόθυμε, τὸν ἐν περιστάσει λαόν σου· καὶ ἀνάστηθι, πολέμησον τοὺς πολεμοῦντας ἡμᾶς, ὡς  Παντοδύναμος.

 

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 8 Σεπτεμβρίου 2024, πρό τῆς Ὑψώσεως (Γαλ. ς΄ 11-18)

11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12 ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. 13 οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. 14 ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. 15 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. 16 καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. 17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. 18 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 8 Σεπτεμβρίου 2024, πρὸ τῆς Ὑψώσεως (Ἰω. γ΄ 13-17)

13 […] οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ. 14 καὶ καθὼς Μωϋσῆς ὕψω­σε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, 15 ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. 16 οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. 17 οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.