Ζήτω η 28η Οκτωβρίου 1940  

Ντοκιμαντέρ του National Geographic για το Έπος του 1940 στα βουνά της Ηπείρου

Εἰς τὴν ἀνάστασιν τῆς θυγατρὸς τοῦ Ἰαείρου καὶ εἰς τὴν αἱμορροοῦσαν

(Λουκ. 8, 41-56)

Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

…Ὅταν σηκώθηκε νά φύγει, τὸν ἠκολούθησαν πολλοί, σὰν νά περίμεναν κάποιο μεγάλο θαῦμα, ἀλλὰ καὶ ἐξ αἰτίας τοῦ προσώπου πού εἶχε ἔλθει. Ἐπίσης, ἐπειδὴ οἱ περισσότεροι ἦσαν παχύτεροι στόν νοῦ, ζητοῦσαν ὄχι τόσο τὴν ἐπιμέλεια τῆς ψυχῆς ὅσο τὴν θεραπεία τοῦ σώματος, καὶ συνέρρεαν ὠθούμενοι ἄλλοι ἀπὸ τὰ παθήματά τους καὶ ἄλλοι σπεύδοντας νά γίνουν θεαταὶ τῆς διορθώσεως ξένων παθημάτων. Αὐτοὶ ὅμως πού τὸν πλησίαζαν κυρίως γιά τοὺς λόγους καὶ τὴν διδασκαλία Του ὡς τότε, ἦσαν λίγοι.

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 27 Ὀκτωβρίου 2024, ΙΗ΄ Κυριακῆς Ἐπιστολῶν (Β΄ Κορ. θ΄ 6-11)

Ἀδελφοί, ὁ σπείρων φειδομένως φει­δο­μένως καὶ θε­ρί­σει, καὶ ὁ σπείρων ἐπ᾿ εὐλογίαις ἐπ᾿ εὐλογίαις καὶ θερίσει. ἕκαστος κα­θὼς προαιρεῖται τῇ καρ­δίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δό­την ἀγαπᾷ ὁ Θεός. δυνα­τὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισ­σεύητε εἰς πᾶν ἔργον ἀγα­θόν, καθὼς γέγραπται· ἐ­σκόρπισεν, ἔδωκε τοῖς πέ­νη­σιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. ὁ δὲ ἐ­πιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶ­­σιν χορηγήσαι καὶ πλη­­θύναι τὸν σπόρον ὑ­μῶν καὶ αὐξήσαι τὰ γε­νή­ματα τῆς δικαιοσύνης ὑμῶν· ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶ­σαν ἁπλότητα, ἥτις κα­τεργάζεται δι᾿ ἡμῶν εὐ­χαριστίαν τῷ Θεῷ.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 27 Ὀκτωβρίου 2024, Ζ΄ Λουκᾶ (Λουκ. η΄ 41-56)

41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτὸς ἄρ­χων τῆς συναγωγῆς ὑπῆρ­χε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, 42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄ­χλοι συνέπνιγον αὐτόν. 43 καὶ γυνὴ οὖσα ἐν ρύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα,­ ἥτις ἰατροῖς προσαναλώ­σασα ὅλον τὸν βίον οὐκ ἴ­­­­σχυ­σεν ὑπ᾿ οὐδενὸς θερα­πευ­θῆναι, 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ρύσις τοῦ αἵ­ματος αὐτῆς. 45 καὶ εἶπεν ὁ Ἰησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀ­­­ποθλίβουσι, καὶ λέγεις τίς ὁ ἁψάμενός μου;

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 20 Ὀκτωβρίου 2024, ὁσίου Γερασίμου (Γαλ. ε΄ 22-ς΄ 2)

22 Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. 24 οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπι­θυμίαις. 25 Εἰ ζῶμεν Πνεύματι, πνεύ­ματι καὶ στοιχῶμεν. 26 μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. 1 Αδελφοί, ἐὰν καὶ προ­ληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳ­ότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. 2 ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπλη­ρώσατε τὸν νόμον τοῦ Χρι­στοῦ.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 20 Ὀκτωβρίου 2024, ΣΤ΄ Λουκᾶ (Λουκ. η΄ 27-39)

27 Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀ­­­νήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνε­διδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν. 28 ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀ­νακράξας προσέπεσεν αὐ­­­τῷ καὶ φωνῇ μεγάλῃ εἶπε· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέο­μαί σου, μή με βασανί­σῃς. 29 παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπά­κει αὐτόν, καὶ ἐδεσμεῖτο ἁ­­­λύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. 30 ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰη­σοῦς λέγων· τί σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε· λεγεών· ὅ­­­τι δαιμόνια πολλὰ εἰσῆλθεν­ εἰς αὐτόν· 31 καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. 32 ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄ­­ρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐ­­­κείνους εἰσελθεῖν· καὶ ἐπέ­τρεψεν αὐτοῖς. 33 ἐξελθόντα δὲ τὰ δαιμό­νια ἀπὸ τοῦ ἀνθρώπου εἰσ­ῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.