Αρχική

ΠΑΝΑΓΙΑ ΟΡΕΣΤΙΑΔΟΣ

ΠΕΡΙΟΔΙΚΑ & ΒΙΒΛΙΑ





 










ΕΟΡΤΟΛΟΓΙΟ

(C) 2013 Ιερός Ναός Κοιμήσεως Της Θεοτόκου Κλεισσούς Ορεστιάδος

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 22 Ἀπριλίου 2018

τῶν Μυροφόρων (Μάρκ. ιε΄ 43 – ιϚ΄ 8)

 

Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ᾿Ιωσὴφ ὁ ἀπὸ ᾿Αριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ ᾿Ιησοῦ. ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ ᾿Ιωσήφ. καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ᾿Ιωσῆ ἐθεώρουν ποῦ τίθεται. Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· ᾿Ιησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. ἀλλ᾿ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ. 

Περισσότερα...
 

ΜΕΓΑΛΟ ΣΑΒΒΑΤΟ

 

Το Μεγάλο Σάββατο είναι η τελευταία μέρα της Μεγάλης Εβδομάδας και της Μεγάλης Σαρακοστής. Τα μεσάνυχτα του Μεγάλου Σαββάτου προς Κυριακή του Πάσχα εορτάζεται κατά το ορθόδοξο τυπικό η Ανάσταση του Χριστού.

Το Μεγάλο Σάββατο το πρωί, έχουμε την λεγόμενη «1η Ανάσταση», δηλαδή το προανάκρουσμα της Αναστάσεως που μεταδίδουν οι ύμνοι και της προσμονής της λυτρώσεως όλης της κτίσεως από την φθορά και τον θάνατο!

Περισσότερα...
 

ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ

Περισσότερα...
 

 

ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ

 

Την ημέρα αυτή γιορτάζουμε την πανηγυρική είσοδο του Κυρίου Ιησού Χριστού στην Ιερουσαλήμ. Τότε, ερχόμενος ο Ιησούς από τη Βηθανία στα Ιεροσόλυμα, έστειλε δύο από τους Μαθητές του και του έφεραν ένα γαϊδουράκι. Και κάθισε πάνω του για να μπει στην πόλη.

Ο δε λαός, ακούγοντας ότι ο Ιησούς έρχεται, πήραν αμέσως στα χέρια τους βάγια από φοίνικες και βγήκαν να τον υποδεχτούν. Και άλλοι μεν με τα ρούχα τους, άλλοι δε κόβοντας κλαδιά από τα δέντρα, έστρωναν το δρόμο απ’ όπου ο Ιησούς θα περνούσε. Και όλοι μαζί, ακόμα και τα μικρά παιδιά, φώναζαν: «Ωσαννά· ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου, ο βασιλεύς του Ισραήλ».

Ο Χριστός εισέρχεται στα Ιεροσόλυμα «επί πώλον όνου». Πορεύεται και οι Ισραηλίτες τον υποδέχονται με τιμές ως Βασιλιά. Εκείνος δεν δίνει ιδιαίτερη σημασία στις τιμές, δεν περιορίζεται στο πανηγύρι, στην πρόσκαιρη δόξα, αλλά προχωρεί στο σταυρό και την Ανάσταση.

Η είσοδος του Χριστού στα Ιεροσόλυμα είναι τελικά η είσοδος του μαρτυρίου στην επίγεια ζωή του Κυρίου. Σε λίγες ημέρες θα μαρτυρήσει και θα θανατωθεί στο σταυρό, για να θανατώσει το θάνατο και να χαρίσει τη ζωή.

 

Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 1 Ἀπριλίου 2018

τῶν Βαΐων (Φιλιπ. δ΄ 4-9)

 

Ἀδελφοί, χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ὁ Κύριος ἐγγύς. μηδὲν μεριμνᾶτε, ἀλλ᾿ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν. καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ ᾿Ιησοῦ. Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε· ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾿ ὑμῶν.

 

Περισσότερα...
 

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 1 Ἀπριλίου 2018

τῶν Βαΐων (Ἰωάν. ιβ΄ 1-18)

 

Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ ᾿Ιησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων σὺν αὐτῷ. ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ ᾿Ιησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, ᾿Ιούδας Σίμωνος ᾿Ισκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι· διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; εἶπε δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ’ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε καὶ τὰ βαλλόμενα ἐβάσταζεν. εἶπεν οὖν ὁ ᾿Ιησοῦς· ἄφες αὐτήν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾿ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. ῎Εγνω οὖν ὄχλος πολὺς ἐκ τῶν ᾿Ιουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν ᾿Ιησοῦν μόνον, ἀλλ’ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι᾿ αὐτὸν ὑπῆγον τῶν ᾿Ιουδαίων καὶ ἐπίστευον εἰς τὸν ᾿Ιησοῦν. Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ᾿Ιησοῦς εἰς ῾Ιεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἔκραζον· ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βασιλεὺς τοῦ ᾿Ισραήλ. εὑρὼν δὲ ὁ ᾿Ιησοῦς ὀνάριον ἐκάθισεν ἐπ᾿ αὐτό, καθώς ἐστι γεγραμμένον· μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου. Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον, ἀλλ᾿ ὅτε ἐδοξάσθη ὁ ᾿Ιησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. ᾿Εμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾿ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.

Περισσότερα...
 
<< Έναρξη < Προηγούμενο 1 2 3 4 5 6 7 8 9 10 Επόμενο > Τέλος >>

JPAGE_CURRENT_OF_TOTAL

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ΑΦΙΕΡΩΜΑ

ΤΗΛΕΟΡΑΣΗ ΠΑΝΑΓΙΑΣ

 

Το κανάλι της ενορίας μας!


ΡΑΔΙΟΦΩΝΟ ΠΑΝΑΓΙΑΣ

e-radio Παναγία Κλεισσούς.

e-radio της Εκκλησίας της Ελλάδας

e-radio Πειραϊκής Εκκλησίας

e-radio Αρχιεπισκοπής Κρήτης

e-radio Ιεράς Μητροπόλεως Σερρών και Νιγρίτης

Ο ΚΑΙΡΟΣ

 

ΤΥΧΑΙΕΣ ΕΙΚΟΝΕΣ Ι.Ν.

_DSF0259.JPG

ΕΓΚΟΛΠΙΟΝ ΕΠΙΤΡΟΠΟΥ

ΕΜΦΑΝΙΣΕΙΣ

Εμφανίσεις Περιεχομένου : 165882

ΕΠΙΣΚΕΠΤΕΣ ΤΩΡΑ

Έχουμε 12 επισκέπτες συνδεδεμένους
Joomla extensions by Siteground Hosting