Αρχική

ΠΑΝΑΓΙΑ ΟΡΕΣΤΙΑΔΟΣ

ΠΕΡΙΟΔΙΚΑ & ΒΙΒΛΙΑ





 










ΕΟΡΤΟΛΟΓΙΟ

(C) 2013 Ιερός Ναός Κοιμήσεως Της Θεοτόκου Κλεισσούς Ορεστιάδος

Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 25 Φεβρουαρίου 2018

Α΄ Νηστειῶν, τῆς Ὀρθοδοξίας (Ἑβρ. ια΄ 24-26, 32-40)

 

 

Ἀδελφοί, πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν. Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ ᾿Ιεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προ­­φητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρί­σθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρη­μίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

 

Περισσότερα...
 

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 25 Φεβρουαρίου 2018

Α΄ Νηστειῶν-τῆς Ὀρθοδοξίας (Ἰωάν. α΄ 44-52)

 

 

Τῷ καιρῷ ἐκείνῳ, ἠθέλησεν ὁ ᾿Ιη­­­σοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαί­αν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς ­πόλεως Ἀνδρέου καὶ Πέτρου. εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐ­­­τῷ· ὃν ἔγραψε ­Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, ­εὑρή­καμεν, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθανα­ήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ ­Φίλιππος· ἔρχου καὶ ἴδε. εἶδεν ὁ ᾿Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέ­γει περὶ αὐτοῦ· ἴδε ἀληθῶς ᾿Ισραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. λέ­­γει αὐτῷ Ναθαναήλ· πόθεν με γινώ­σκεις; ἀπεκρίθη ᾿­Ιησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε ­Φίλιππον φωνῆ­σαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐ­τῷ· ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ ᾿Ισραήλ. ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει. καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνε­ῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

Περισσότερα...
 

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 4 Φεβρουαρίου 2018

τοῦ Ἀσώτου (Λουκ. ιε΄ 11-32)

 

 

Eἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις εἶχε δύο υἱούς. καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. καὶ διεῖλεν αὐτοῖς τὸν βίον. καὶ μετ᾿ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους. καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπε·

Περισσότερα...
 

Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 4 Φεβρουαρίου 2018

τοῦ Ἀσώτου (Α΄ Κορ. ς΄ 12-20)

 

 

Αδελφοί, πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν· ὁ δὲ κολ­λώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώ­ματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. ἢ οὐκ οἴ­δατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ῾Αγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυ­τῶν; ἠγοράσθητε γὰρ τιμῆς· δοξά­σατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑ­μῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτι­νά ἐστι τοῦ Θεοῦ.

Περισσότερα...
 
Ἐπιστροφὴ ἀπὸ τὴν ἐξορία, (Τοῦ Ἀσώτου)
 
 
Schmemann Alexander (Protopresbyter (1921-1983))
 
 
Τὴν τρίτη Κυριακή τῆς προετοιμασίας μας γιὰ τὴ Μεγάλη Σαρακοστὴ διαβάζουμε τὴν παραβολὴ τοῦ Ἀσώτου Υἱοῦ (Λουκ. 15, 11-32). Ἡ παραβολὴ τούτη μαζὶ μὲ τοὺς ὕμνους τῆς ἡμέρας αὐτῆς μᾶς παρουσιάζουν τὴ μετάνοια σὰν ἐπιστροφὴ τοῦ ἀνθρώπου ἀπὸ τὴν ἐξορία.

Ὁ ἄσωτος γιός, λέει τὸ Εὐαγγέλιο, πῆγε σὲ μία μακρινὴ χώρα καὶ κεῖ σπατάλησε ὅτι εἶχε καὶ δὲν εἶχε. Μία μακρινὴ χώρα! Εἶναι ὁ μοναδικὸς ὁρισμὸς τῆς ἀνθρώπινης κατάστασης ποὺ θὰ πρέπει νὰ ἀποδεχτοῦμε καὶ νὰ τὸν οἰκειοποιηθοῦμε καθὼς ἀρχίζουμε τὴν προσέγγισή μας στὸ Θεό. Ἕνας ἄνθρωπος ποὺ ποτὲ δὲν εἶχε αὐτὴ τὴν ἐμπειρία, ἔστω καὶ γιὰ λίγο, ποὺ ποτὲ δὲν αἰσθάνθηκε ὅτι εἶναι ἐξόριστος ἀπὸ τὸ Θεὸ καὶ ἀπὸ τὴν ἀληθινὴ ζωή, αὐτὸς ποτὲ δὲ θὰ καταλάβει τί ἀκριβῶς εἶναι ὁ Χριστιανισμός. Καὶ αὐτὸς ποὺ νιώθει «σὰν στὸ σπίτι του» σ’ αὐτὸν τὸν κόσμο καὶ στὴ ζωὴ τοῦ κόσμου τούτου, ποὺ ἔμεινε ἄτρωτος ἀπὸ τὴ νοσταλγία γιὰ μία ἄλλη πραγματικότητα, αὐτὸς δὲ θὰ καταλάβει τί εἶναι μετάνοια.
Περισσότερα...
 

Υπαπαντή και Σαραντισμός (2 Φεβρουαρίου 2015)

 

«Κόλπους Πατρός τυπούσι του σου, Χριστέ μου, του Συμεών αι χείρες, αι φέρουσί σε.»

Τους κόλπους του ουρανίου Πατέρα συμβολίζουν, Χριστέ μου, τα χέρια του Συμεών που Σε κράτησαν στην αγκαλιά του.

Μόλις πέρασαν σαράντα ημέρες από την γέννηση του Θεανθρώπου, προσεφέρθη ο Κύριος στο ιερό υπό Μητρός Παρθένου, και υπεδέχθη Αυτόν ο πρεσβύτης Συμεών. Κατά τη διάταξη του Μωσαϊκού νόμου «παν άρσεν πρωτότοκον έσται αφιερωμένον τω Θεώ, και την εις τούτον νενομισμένην θυσίαν προσενέγκη, ζεύγος τρυγόνων, ή δύο νεοσσούς περιστερών». Δηλαδή, κάθε πρωτότοκο αρσενικό παιδί ήταν αφιερωμένο στο Θεό, και προς τούτο γινόταν μία συγκεκριμένη τελετή στο ναό, περιλαμβάνουσα και προσφορά δύο τρυγόνων ή περιστεριών.

 

Περισσότερα...
 
<< Έναρξη < Προηγούμενο 1 2 3 4 5 6 7 8 9 10 Επόμενο > Τέλος >>

JPAGE_CURRENT_OF_TOTAL

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ΑΦΙΕΡΩΜΑ

ΤΗΛΕΟΡΑΣΗ ΠΑΝΑΓΙΑΣ

 

Το κανάλι της ενορίας μας!


ΡΑΔΙΟΦΩΝΟ ΠΑΝΑΓΙΑΣ

e-radio Παναγία Κλεισσούς.

e-radio της Εκκλησίας της Ελλάδας

e-radio Πειραϊκής Εκκλησίας

e-radio Αρχιεπισκοπής Κρήτης

e-radio Ιεράς Μητροπόλεως Σερρών και Νιγρίτης

Ο ΚΑΙΡΟΣ

 

ΤΥΧΑΙΕΣ ΕΙΚΟΝΕΣ Ι.Ν.

_DSF0262.JPG

ΕΓΚΟΛΠΙΟΝ ΕΠΙΤΡΟΠΟΥ

ΕΜΦΑΝΙΣΕΙΣ

Εμφανίσεις Περιεχομένου : 165889

ΕΠΙΣΚΕΠΤΕΣ ΤΩΡΑ

Έχουμε 28 επισκέπτες συνδεδεμένους
Joomla extensions by Siteground Hosting