Οἱ δαιμονιζόμενοι Γεργεσηνοί

 (Ματθ. 8, 28-34. Μάρκ. 5, 1-20. Λούκ. 8, 26-39)

Ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν του, μετὰ τὴν κατάπαυσιν τῆς νυκτερινῆς τρικυμίας τῆς Τιβεριάδος θαλάσσης, τὴν πρωΐαν ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, «τῶν Γαδαρηνῶν» κατὰ τὸν Λουκᾶν, «ἥτις ἐστὶν ἀντιπέραν τῆς Γαλιλαίας». Τὰ Γέρασα εἶναι τὰ ἐρείπια τῆς πόλεως (Kursi) Κέρσα ἀνατολικῶς τῆς λίμνης, ὅπου εὑρίσκοντο Ἰουδαῖοι καὶ εἰδωλολάτραι, τὰ δὲ Γάδαρα εἶναι χώρα, ὅπου εὑρίσκοντο τὰ Γέρασα. Πρῶτος ἀπεβιβάσθη ὁ Χριστός. «Ἐξελθόντι δὲ αὐτῶ ἐπὶ τὴν γῆν εὐθὺς ὑπήντησαν αὐτῶ δύο δαιμονιζόμενοι, ἐκ τῶν μνημείων ἐξερχόμενοι χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν τῆς ὁδοῦ ἐκείνης» ἦσαν τόσον τρομεροί, ὥστε δὲν ἠδύνατο νὰ περάση ἄνθρωπος ἀπὸ τὸν δρόμον ὅπου εὑρίσκοντο αὐτοί. Ὁ εἷς ἐξ αὐτῶν τῶν δαιμονιζομένων ἦτο «ἀνὴρ ἐκ τῆς πόλεως ἔχων δαιμόνια καὶ χρόνῳ ἰκανῳ οὐκ ἐνεδιδύσκετο ἱμάτιον καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι καὶ ἐν οἰκία οὐκ ἔμενεν ἀλλ’ ἐν τοῖς μνήμασι». Τόσον τρομερὸς ἦτο ὁ εἷς τῶν δαιμονιζομένων, ὥστε ἔμενεν εἰς τὰ μνήματα, ἦτο γυμνὸς ἐπὶ ἀρκετὸν χρονικὸν διάστημα καὶ οὐδεὶς ἦτο δυνατὸν νὰ δέση αὐτοῦ πόδας καὶ χεῖρας δι᾿ ἁλύσεως.

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 22 Ὀκτωβρίου 2023, Κ΄ Ἐπιστολῶν (Γαλ. α΄ 11-19)

 

11 Γνωρίζω δὲ ὑμῖν, ἀδελ­φοί, τὸ εὐαγγέλιον τὸ εὐαγ­γελισθὲν ὑπ’ ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· 12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐ­τὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι’ ἀπο­καλύψεως Ἰησοῦ Χρι­στοῦ. 13 Ἠκούσατε γὰρ τὴν ἐ­-μὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ’ ὑπερ­βολὴν ἐδίωκον τὴν ἐκ­κλησίαν τοῦ Θεοῦ καὶ ἐπόρ­θουν αὐτήν, 14 καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλω­τὴς ὑπάρχων τῶν πατρι­κῶν μου παραδόσεων. 15 Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ 16 ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγ­γελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, 17 οὐδὲ ἀνῆλθον εἰς Ἱε-ροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. 18 Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέ­μεινα πρὸς αὐτὸν ἡμέ­ρας δεκαπέντε· 19 ἕτερον δὲ τῶν ἀπο­στόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 22 Ὀκτωβρίου 2023, Στ΄ Λουκᾶ (Λουκ. η΄ 27-39)

 

27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀ­­­νήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνε­διδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν. 28 ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀ­νακράξας προσέπεσεν αὐ­­­τῷ καὶ φωνῇ μεγάλῃ εἶπε· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέο­μαί σου, μή με βασανί­σῃς. 29 παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπά­κει αὐτόν, καὶ ἐδεσμεῖτο ἁ­­­λύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. 30 ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰη­σοῦς λέγων· τί σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε· λεγεών· ὅ­­­τι δαιμόνια πολλὰ εἰσῆλθεν­ εἰς αὐτόν· 31 καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. 32 ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄ­­ρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐ­­­κείνους εἰσελθεῖν· καὶ ἐπέ­τρεψεν αὐτοῖς.

Οἱ ἀνωφελεῖς λόγοι καί τά ὠφέλιμα ἔργα

Κυριακή τῶν Ἁγίων Πατέρων τῆς Ζ΄ Οἰκ. Συνόδου

Ἀπό τό τέλος τῆς πρός Τίτον ποιμαντικῆς ἐπιστολῆς εἶναι τό ἀποστολικό ἀνάγνωσμα πού διαβάζεται σήμερα Κυριακή τῶν ἁγίων Πατέρων τῆς ἐν Νικαίᾳ 7ης Οἰκουμενικῆς (787) Συνόδου. Ὁ Ἀπόστολος γράφει στόν μαθητή του, πού εἶναι ἐπίσκοπος Κρήτης τά ἑξῆς:

«Παιδί μου, Τίτε, αὐτά τά λόγια εἶναι ἀληθινά καί θέλω νά τά βεβαιώνεις μέ τήν προσωπική σου μαρτυρία, ὥστε ὅσοι ἔχουν πιστέψει στόν Θεό νά φροντίζουν νά πρωτοστατοῦν σέ καλά ἔργα. Αὐτά εἶναι τά καλά καί τά χρήσιμα στούς ἀνθρώπους.

 Ἀπό τό ἄλλο μέρος, νά ἀποφεύγεις τίς ἀνόητες ἀναζητήσεις γιά γενεαλογικούς καταλόγους, τίς φιλονικίες καί τίς διαμάχες γύρω ἀπό τίς διατάξεις τοῦ ἰουδαϊκοῦ νόμου, γιατί ὅλα αὐτά εἶναι ἀνώφελα καί μάταια.

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 8 Ὀκτωβρίου 2023, Γ΄ Λουκᾶ (Λουκ. ζ΄ 11-16)

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό· καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τίς εἴη ἡ παραβολὴ αὕτη; ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέπον­τες μὴ βλέπωσι καὶ ἀ­κού­οντες μὴ συνιῶσιν. ἔστι δὲ αὕτη ἡ παραβολή· ὁ σπό­ρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαν­τες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ρίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.